τῆς ἥττης αὐτῶν ἄνεσιν παρεχομένης πάσαις ταῖς τῶν Ῥωμαίων κώμαις καὶ χώραις καὶ πόλεσι τοιούτων πράξεων δρωμένων. καὶ πάλιν τεθαύμακα, τίνι θαρροῦντες οἱ τῶν Ῥωμαίων προεστῶτες πρὸς ἀντιπαρατάξεις καὶ πολέμους, ἐν οἷς ἀγωνοθέτης ἀρρεπὴς καθέστηκεν ὁ θεός, τοὺς ἀμφ' αὐτὸν ἐξοπλίζουσιν. ἢ πάντως οἰόμενοι λήσειν τὸν ἀνύστακτον ὀφθαλμὸν καὶ κλέψαι τὴν νίκην, ὥς τινος οἰκοδεσπότου μὴ ἐπαγρυπνοῦντος τοῖς ἰδίοις οὐσίδιον. λανθάνουσι δὲ οὐ μόνον τῶν ἐπὶ ταῖς μάχαις ἐλπίδων ἀποτυγχάνοντες, ἀλλὰ καὶ τὸν βίον δυσκλεῶς καταστρέφοντες καὶ τοῖς ἐξ ἀδικίας συμποριζομένοις προσαποβάλλοντες καὶ τὰ ἐκ δικαίων πόρων τῷ δημοσίῳ περιερχόμενα. ἔγωγε οὖν ἐν πολλοῖς συνεκστρατευσάμενος, κἀν τοῖς βασιλείοις συνεχῶς συναναστρεφόμενος, οὐδέπω ἔγνων ἐν πᾶσι βουλὴν θεῷ ἀρέσκουσαν, οὐδ' ἐπὶ στρατιωτικοῖς ἢ πολιτικοῖς πράγμασι σκέψεως προβαινούσης ἢ διαγνώσεως εὐλάβειαν προεπιμιχθεῖσαν τοῦ μή πώς ποτε παράνομόν τι συναναφαίνεται τῇ βουλῇ καὶ θεῷ ἀποτρόπαιον· ἀλλὰ τὸ πᾶν εἰς τὸ κέρδος τοῦ βουλεύματος καταντᾷ, κἂν ἱερὰ βεβηλῶνται, κἂν ἄνθρωποι βλάπτων 197 ται· κἀκεῖνο προέχουσιν ἐν τοῖς βασιλείοις εἰς τὰς προφάσεις τοῦ ἀδίκου καὶ θεομισοῦς κέρδους, ἐκ πονηρίας συλλέγοντες. ἀλλ' οὐδ' ἐν πολλοῖς τούτων ὁ θεὸς ἡγεῖται τοῦ προβουλεύματος, καὶ μνήμη τούτου συνανακέκραται. διὰ ταῦτα τὴν τῶν γινομένων ἐν τοῖς Ῥωμαίοις καταστροφὴν ἐς αὐτὴν ἀναφέρω τὴν ἐκ τοῦ θείου νέμεσιν καὶ τὴν ἐκ τῆς ἀδεκάστου γνώμης ἀπόφασιν, ὅτι τοῖς ἔθνεσι τιμᾶσθαι τὸ δίκαιον λέγεται, καὶ συντηρεῖσθαι τὰ πάτρια νόμιμα τούτοις ἀπαρεγχείρητα, καὶ πᾶσαν τὴν εὐτυχίαν ἐκ τοῦ δημιουργοῦ καταπτᾶσαν αὐτοῖς συνεχῶς ἐπιλέγουσιν, ἅπερ κοινὰ πᾶσι τοῖς ἀνθρώποις εἰσὶ προτερήματα καὶ παρὰ πάσης ἀπαιτοῦνται θρησκείας. ἡ γὰρ ἀληθὴς καὶ ἀμώμητος πίστις ἡμῶν τῶν Χριστιανῶν, ἐπεὶ τῶν ἀρετῶν τυγχάνομεν ἔκπτωτοι, κατάγνωσις μᾶλλόν ἐστι καὶ κατάκρισις, καθὼς καὶ τῷ θείῳ νόμῳ τῶν ἐντολῶν δοκεῖ, φάσκοντι "ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιῶν δαρήσεται πολλάς." Καὶ μή μοί τις ἐπιτιμήσῃ τῆς τοιαύτης τῶν ἡμετέρων καταδρομῆς. οὐ γὰρ ἐπὶ λοιδορίᾳ τούτων ἁπλῶς καὶ ἀτιμίᾳ ψευδόμενος γέγραφα, ἀλλ' ἐπὶ ἐλέγχῳ τῶν κακῶς πραττομένων, μή πού ποτε ἄρα αἰδὼς καὶ φόβος ἐπέλθῃ τοῦ θείου τοὺς ἡγεμόνας καὶ στρατηγοὺς καὶ αὐτοὺς τοὺς ὑπηκόους αὐτῶν, καὶ μεταβαλόντες ἐπὶ τὰ κρείττονα τῆς ἄνθωεν εὐμενείας καὶ ἀντιλήψεως τύχωσι, καὶ τὰς οἰκτρὰς ἐπανορθώσον 198 ται τύχας. περιέσχον γὰρ ἡμᾶς ὠδῖνες θανάτου, κατά τε πᾶσαν ἑώαν καὶ τὴν ἑσπέραν τῶν Γοτθικῶν καὶ μιαρωτάτων ἐπικρατησάντων ἐθνῶν, καὶ κατατρυφησάντων τῆς ἡμῶν εὐηθείας ἢ ἀμελείας, ἢ τό γε ἀληθέστερον εἰπεῖν, θεοβλαβείας καὶ μανίας, ὅτι κατ' ἀλλήλων λυττῶντες καὶ ἀκρατῶς τοῖς ὁμοφύλοις μαχόμενοι καὶ θανάτου καταφρονοῦντες, ἐν τοῖς ἀλλοφύλοις πολέμοις δειλοὶ καὶ ἀνάλκιδες καὶ πρὸ πολέμου νῶτα διδοῦντες φαινόμεθα. Ἀλλὰ ταῦτα μὲν ἱκανὰ πρὸς ἄνδρας πολλὰ καὶ ἐξ ὀλίγων δυναμένους νοεῖν καὶ προνοεῖν τοῦ συμφέροντος. εἰσελθόντος δὲ τοῦ Καίσαρος καὶ παραστάντος τῷ βασιλεῖ ἔμεινε μὲν ἡσυχία τοῖς βασιλείοις, καὶ ἔδοξεν ὁ κρατῶν ἤδη κατωρθωκέναι τὸ πᾶν, πλὴν ὅσον ἀπέτυχε τὸ μὴ τὸν Ῥουσέλιον ἐν χερσὶ λαβεῖν καὶ ἀμύνασθαι. τὴν γὰρ τῶν Τούρκων κατὰ τῶν Ῥωμαίων ἐπιστρατείαν, καὶ τὸ σφάττεσθαι τοσοῦτον γένος Χριστιανῶν, καὶ δῃοῦσθαι κώμας καὶ χώρας, καὶ ἄρδην ἀνάστατον τὴν ἑώαν ὁρᾶσθαι, πῇ μὲν σφαζομένων ἀναριθμήτων ἀνθρώπων πῇ δὲ αἰχμαλωτιζομένων, ἐν δευτέρῳ ἐτίθετο. ὁ δέ γε Ῥουσέλιος, εἰ καὶ οἱ Τοῦρκοι διεσπασμένοι πρὸς πάντα τὰ Ῥωμαϊκὰ ἐτύγχανον θέματα, ἀλλ' αὐτὸς ἄρας ἐκ τοῦ τῆς Μεταβολῆς φρουρίου μετὰ τῶν ὑπολειφθέντων Φράγγων στρατιωτῶν καὶ τῆς συνεύνου καὶ τῶν τέκνων καὶ τῶν ὑπαρχόντων αὐτῷ διὰ μέσης τῆς