τὴν ἑσπέριον ἡμῶν δύσιν ὡς ἀνατολὴν ἑῴαν ἐθαύμασε, καὶ τὸ ἀπόρρητον περὶ ἡμᾶς βούλημα τοῦ θεοῦ ὠδῖσιν ἀρρήτοις τῆς ψυχῆς ἐγνωμάτευσε. ∆ιὰ ταῦτα προσπέφυκε τούτῳ τὸ κράτος ἡμῶν, καὶ τοῦ κύκλου τῶν περὶ τὸ βῆμα ἠξίωσε καὶ εἰς ὕψος ἦρε τιμῆς καὶ τὴν μυστικὴν τοῦ κράτους ὑπηρεσίαν ἐπίστευσε. νῦν δὲ καὶ εὐπορώτερον ἀπεργάσασθαι βούλεται, ἵν' ἔχῃ κατάλληλον τῷ ὑπερέχοντι τῆς λαμπρότητος τὴν ἐκ τοῦ βίου δαψίλειαν. ποιεῖται τοίνυν τοῦτον ἡ βασιλεία μου δεσπότην δύο προαστείων ὡς ἀληθῶς· ἐτυμολογικώτερον γὰρ τὴν κλῆσιν εἰλήφασιν, αὐτοῦ που πρὸ τοῦ ἄστεος κείμενα. τὸ μὲν γὰρ πρὸς τῷ χωρίῳ ὃ Φλώριον ὀνομάζεται ἵδρυται, τὸ δὲ τὸ χωρίον τὰ Γαλατάρια ἐκ γειτόνων ἐστίν. ὧν τὴν κυριότητα προσεχῶς ὁ ἐπὶ τῶν δεήσεων γεγονὼς εἶχε Νικόλαος, οὐκ ἐξ ὁμοίας τῆς ἀφορμῆς τὴν κτῆσιν ἀμφοῖν εἰληφώς· τὸ μὲν γὰρ ὠνησάμενος ἔσχηκε, τὸ δὲ κατὰ τὸ Φλώριον παρὰ τῆς αὐτοῦ γαμετῆς προσεκτήσατο, οὐκ εἰς προῖκα προσαγαγούσης, οὐδὲ δωρησαμένης, ἀλλὰ γέγονεν αὐτῷ ἴδιον τὸ ἀλλότριον ἐκ τῆς τῶν πραγμάτων περιστάσεως, οἷα πολλὰ εἴωθε γίνεσθαι. ἡ γάρ τοι τῷ ῥηθέντι Νικολάῳ συμβιώσασα, γαμετὴ ἑτέρου ἀνδρὸς πρότερον χρηματίσασα κατὰ νόμους συνῳκηκότος αὐτῇ καὶ δυσὶ θυγατράσι τὴν πρὸς ἐκεῖνον περιορισαμένη συνάφειαν, ἐπεὶ ἐκεῖνος μετήλλαξε τὴν ζωήν, πρὸς δευτέρους ἐννόμως γάμους ἀπέκλινε, καὶ τῷ Νικολάῳ μέχρι τινὸς συμβεβίωκεν. εἶτα κατὰ τὸ βουλητὸν αὐτῇ χρησαμένη τοῖς συμβολαίοις, ἐν γράμμασι μὲν τεσσαράκοντα λιτρῶν προῖκα τούτῳ ἀπηριθμήσατο, οἷα δέ τινα ἐφόλκια τοῦ σώματος τῆς προικός, τοῦτο δὴ τὸ κτῆμα τῷ γαμέτῃ προσήνεγκε καὶ οἶκον οὐ πάνυ λαμπρὸν κατὰ τὸ Βύκινον ἱδρυμένον· τόπος δὲ οὗτος ἀγχοῦ που τοῦ μεγάλου θεάτρου τοῖς πάσι κατάδηλος. ταῦτά τε οὖν τῷ ἀνδρὶ προσενήνοχε καὶ τὰ φίλτατα, ἄχθος ἐκείωῳ μολίβδου περιβριθέστερον. Ἦν μὲν οὖν τηνικαῦτα τοῖς ἀδοξοτέροις συναριθμούμενος ὁ Νικόλαος, ὑπογραμματεύων ἔτι καὶ τῆς βελτίονος, ὡς ἄν τις εἴπῃ, τύχης πόρρω που κείμενος. τῶν δὲ πραγμάτων ἀθρόον μεταβαλόντων, ὥσπερ ἐκ μηχανῆς, ἀνεδόθη τοῖς βασιλείοις καὶ ἐντὸς τῶν ἀδύτων ἐγένετο. εὐθὺς οὖν αὐτῷ τὰ πάντα μετεσχημάτιστο· ὅ τε γὰρ οἶκος αὐτῷ λαμπρότερος γέγονε καὶ ὁ πλοῦτος βαθύτερος καὶ ὅλως αὐτῷ τὸ σχῆμα τοῦ βίου μετήλλακτο. τὰ μὲν οὖν ἐξωνεῖτο κτήματα, τὰ δὲ κατηλλάττετο, ταῖς γὰρ δυσὶν αὐτοῦ προγοναῖς οἰκειοτέρῳ ἤθει χρησάμενος, καὶ τὸν πατρωὸν εἰς πατέρα μετενεγκών, καὶ διὰ μέσης τῆς γαμετῆς πρὸς ἐκείνας τὴν σχέσιν μετοχετεύσας, τὰ πατρῷα ταύταις, τόν τε ἐν τῷ Βυκίνῳ οἶκον καὶ τὸ κατὰ τὸ Φλώριον προάστειον, ὡς εὐτελῆ τε καὶ εὔωνα κατασχών, ἀντιδίδωσιν αὐταῖς εἰς προῖκας τούτων πολλαπλασίονα. καὶ τὸ ὅλον ὡς θυγατράσιν ἑαυτοῦ ταῖς ἀλλοτρίαις ἐχρήσατο καὶ ἔννομον ἑαυτῷ τὴν δεσποτείαν τοῦ οἴκου καὶ τοῦ προαστείου πεποίηκε, καταλλαξάμενος πλείονος τὰ ἐλάττονα. γέγονε μὲν οὖν ἐκεῖθεν δεσπότης τοῦ κτήματος ὁ Νικόλαος, ἐμφράξας τὸ στόμα ταῖς προγοναῖς ἁδροτέρῳ δεσμῷ χρυσίου ἤτοι ἀποδέσμῳ. πάντα δὲ ἀθρόον ἀφῄρηται, παραπλὴξ ὕστερον καὶ ἐμβροντησίας ἀπελεγχθείς καὶ κατὰ τοῦ ἡμετέρου κράτους μεμελετηκὼς καὶ σαφῶς ἐπὶ τυραννικαῖς αἰτίαις ἑαλωκώς. διὰ ταῦτα δεδήμευται αὐτῷ ἡ σύμπασα τοῦ βίου ὕπαρξις καὶ ὑπὸ τὴν βασιλικὴν πέπτωκεν ἐξουσίαν. Καὶ ὡς ἀφωσιωμένα τῷ κράτει δωρεῖται ταῦτα οἷς ἂν ἡ βασιλεία μου βούληται, ὥσπερ δὲ καὶ τῷ δηλωθέντι μαγίστρῳ Ἐπιφανίῳ καὶ πρωτοασηκρῆτις τὸ κατὰ τὸ Φλώριον ἐκείνου κτῆμα δωρησαμένη, τῷ παρόντι χρυσοβούλλῳ ὡς ἀδαμαντίνῳ δεσμῷ τὴν δωρεὰν ἐμπεδοῖ. εἰ γὰρ τῷ μεγαλείῳ τοῦ κράτους τὰ ὑποκείμενα κατησφάλισται, καὶ οἷς ἂν ἐκεῖθεν μερίς τούτων κατενεχθῇ μετὰ τῆς ὁμοίας ἀσφαλείας περίεισιν· εἰ δὲ καί βασιλεὺς δημεύων καὶ ἀφαιρούμενος μετὰ τῆς τῶν λογισμῶν ἐπισκέψεως ποιεῖται καὶ τὴν ἀφαίρεσιν καὶ τὴν δήμευσιν,