70
σοφία; ἀλλὰ καὶ ὡς πάνσοφος ὁ θεός, πρόδηλον. τί οὖν ὡς κοινωνῶν αὐτῷ τῶν βουλευμάτων τοὺς ὑπὲρ αὐτοῦ ποιεῖσθαι λόγους ἐσπούδασας; 26, 3 ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις; τίνι δὲ ἕπεσθαι σπουδάζεις ὡς δή τινα συμμαχίαν εἰσοίσων αὐτῷ; οὐ τῷ πανσθενεῖ καὶ παντοδυνάμῳ; 26, 4 τίνι ἀπήγγειλας ῥήματα; ἐπὶ τίνος δὲ τὴν σαυτοῦ σοφίαν ἐπεδείξω; 26, 4 πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ; ἐννόησον γάρ, ὦ θαυμάσιε, ὡς καὶ αὐτὸ τὸ ἀναπνεῖν καὶ ζῆν καὶ φθέγγεσθαι ἐκ θεοῦ λαβὼν ἔχεις. ταῦτα δὲ εἶπεν ὁ μακάριος διασύρων τὸν Βαλδὰδ ὡς καινότερον θέλοντα φαίνεσθαι τοῦ θεοῦ συνήγορον περὶ θεοῦ ἁπάντων ὁμοίως ἐπισταμένων, ὅτι καὶ δυνατὸς καὶ πάνσοφος ὁ θεὸς τυγχάνει. ταῦτα πρὸς ἐκεῖνον σκωπτικῶς εἰρηκὼς τρέπει τὸν λόγον ἐπὶ τὴν τοῦ θεοῦ δύναμιν δεικνύς, ὡς ἄμεινον αὐτῶν τὰ περὶ τῆς ἰσχύος δοξάζει τοῦ θεοῦ, καί φησιν· 26, 5 μὴ Γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; μὴ δύνανται, φησίν, αἱ δυνάμεις αἱ ὑπὸ γῆν, αἱ μετὰ τὰ ὕδατα καὶ τὴν γείτονα γῆν, τουτέστιν αἱ ἐν τῷ ᾅδῃ, ὥσπερ ἐκ μήτρας τῇ μαιωτικῇ τέχνῃ τοὺς τεθνεῶτας ἐξαγαγεῖν καὶ ζωογονῆσαι; ὃ δὲ λέ 221 γει τοῦτό ἐστιν· μὴ δύνανται αἱ ἐν τῷ ᾅδῃ δυνάμεις ἀνάστασιν ποιῆσαι; θεὸς δὲ καὶ νεκροὺς ἀνίστησιν ἐξουσιαστικῇ δυνάμει χρώμενος. ἔστι δὲ καὶ ἄλλως νοῆσαι· πάλαι καθαίρων ὁ θεὸς τὴν γῆν τῷ κατακλυσμῷ ὡς κατεφθαρμένην τοὺς θεομάχους ἐκείνους ἄνδρας τοὺς καλουμένους Γίγαντας ἐπέκλυσε καὶ ἐξηφάνισεν. φησὶν οὖν ὅτι· μὴ δύνανται ἐκεῖνοι οἱ Γίγαντες αὖθις μαιωθῆναι καὶ ἰδίᾳ δυνάμει ἑαυτοὺς ἀναστῆσαι; μή τι αὐτοὺς ὤνησεν ἡ πολλὴ δύναμις ἀντιπράξαντας τῇ ἀμάχῳ ἰσχύι καὶ δυνάμει τοῦ θεοῦ; 26, 6 γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. ἀπὸ τοῦ κυρίου δηλονότι. οὐ γὰρ ἔχει ἀποκρυβὴν ἀπώλεια ἐνώπιον αὐτοῦ, ἥτις ἐστὶ γείτων τοῦ ᾅδου. ἀπώλειαν δὲ τὸν θάνατόν ἐστιν ἐννοεῖν· ὁ δὲ μονογενὴς ἄνθρωπος γεγονὼς καὶ τὸν ᾅδην ἐσκύλευσε καὶ εἶπε τοῖς ἐν σκότει· ἀνακαλύφθητε, καὶ οὐδὲν περιβόλαιον ἀντέπραξε τῷ θεϊκῷ κελεύσματι, ἀλλ' εὐθέως ἀνεκαλύφθησαν. 26, 7 ἐκτείνων βορέαν ἐπ' οὐδέν, κρεμάζων γῆν ἐπὶ μηδενός. οὐ γὰρ ἔστιν ὄχημα τῆς γῆς ἕτερον ἢ ὑποστήριγμα, ἀλλὰ τῷ θείῳ βουλήματι κρέματαί τε καὶ ὑπεστήρικται. 26, 8 δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ. 222 εἰ μὴ γὰρ ταῖς νεφέλαις προσέταξεν, οὐκ ἐπαφιᾶσιν, καθ' ὅσον ἂν κελευσθῶσι μέτρον, τῇ γῇ τὸν ὑετόν. 26, 9 ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ' αὐτὸν νέφος αὐτοῦ. θρόνος τοῦ θεοῦ ὁ οὐρανὸς πολλαχοῦ τῆς γραφῆς εἴρηται· κατὰ πρόσωπον δὲ κεῖται τοῦ οὐρανοῦ ὁ ἀήρ. φησὶν οὖν, ὅτι διακρατῶν τὸν ἀέρα καὶ ἐφαπλῶν τὰς νεφέλας, οὐκ ἐᾷ στάζειν τὸν ὑετόν, εἰ μὴ καθ' οὓς οἶδεν αὐτὸς συμφέροντας τρόπους. 26, 10 πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους. ἀλλὰ καὶ τὸ οἰκεῖον πρόσταγμα κυκλοτερῶς περιστήσας τοῖς ὕδασιν ὑπερβαίνειν καὶ ἐπικλύζειν τὴν γείτονα γῆν οὐ συγχωρεῖ. παρατείνει δὲ ἡ θεία πρόνοια μέχρι συντελείας φωτὸς μετὰ σκότους, τουτέστιν ἀντιπαραχωρεῖν ἀλλήλαις τοὺς δρόμους τὴν νύκτα καὶ τὴν ἡμέραν πείθουσα. 26, 11 στῦλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. ἀλλὰ καὶ τοῦ οὐρανοῦ τὰ στηρίγματα καὶ οἱονεὶ ὑποβάθραι οὐ κάτωθεν αὐτὸν ἐρείδουσι καὶ ἀναβαστάζουσιν ὥσπερ τινὲς στῦλοι τὰ ὑπερκείμενα βαστάζοντες, ἀλλ' ἄνω που τυγχάνουσιν αἱ ἕδραι τοῦ οὐρανοῦ. τοῦτο γὰρ σημαίνει τὸ ἐπετάσθησαν, ἵνα εἴπῃ 223 ὅτι· καὶ ὁ οὐρανὸς τῷ θείῳ λόγῳ συνίσταται οὐδενὸς αὐτὸν ὑπερείδοντος. πλὴν καὶ αὐτοὶ τοῦ οὐρανοῦ οἱ θεμέλιοι ἐξίστανται καὶ σαλεύονται, ὅταν αὐτὸς ἐπιτάξῃ. γίνεται δὲ τοῦτο ἐν τῇ συντελείᾳ ὡσεὶ περιβόλαιον, γάρ φησιν, ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται. 26, 12 ἰσχύι κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος. εἰς τὸν περὶ τῆς θαλάσσης ἐκβεβηκὼς λόγον τοῦ νοητοῦ κήτους ἐμνημόνευσεν. τὸ δὲ αὐτὸ καὶ ὁ θεσπέσιος μελωδὸς ποιήσας φαίνεται· εἰρηκὼς γάρ· αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν