ἁμαρτίαν τοῦ κόσμου. καὶ ἐζήτουν γε οὗτοι οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ' ἵνα αὐτὸν ἀποκτείνωσιν πρὸς οὓς εἶπεν ἄν· «Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖ «ναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ 28.25.239 «τοῦ θεοῦ». καὶ ἐν αὐτῷ γε τῷ ἱερῷ ἑστηκότες ἔλεγον πρὸς ἀλλή λους περὶ τοῦ Ἰησοῦ· «Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν 28.25.240 «ἑορτήν;» ἀλλ' οὐχ ὅπου οὗτοι ἑστήκεισαν ἑόρταζεν Ἰησοῦς, ἀλλ' εἰς τὸ μέγα ἀνάγαιον, τὸ σεσαρωμένον καὶ κεκοσμημένον, ὅπου ἐπι θυμίᾳ ἐπεθύμησεν τὸ πάσχα μετὰ τῶν μαθητῶν φαγεῖν πρὸ τοῦ 28.25.241 παθεῖν. εἴποις δ' ἂν ὅτι καὶ νῦν ἑστήκασιν ἐν τῷ ἱερῷ ζητοῦντες τὸν Ἰησοῦν, ἐπερειδόμενοι μὲν ὡς ἱεραῖς ταῖς γραφαῖς, διὰ δὲ τὸ ἀγνοεῖν τὸν ἐληλυθότα ζητοῦντες. τοῦτον μὲν κακολογεῖν, ἕτερον δὲ 28.25.242 τούτου Χριστὸν ὁμολογεῖν. πρόσχες δὲ εἰ δύνασαι καὶ ἄλλους Ἰου δαίους λέγειν ἀναβαίνοντας εἰς Ἱεροσόλυμα καὶ ἐρχομένους εἰς τὴν πόλιν τοῦ θεοῦ ἀπὸ τῆς ἔξω Ἱεροσολύμων χώρας, καὶ ἐρχομένους ἵνα ἁγνίσαντες ἑαυτοὺς δυνηθῶσιν, ἡνίκα ἂν τὸ πάσχα τυθῇ Χρι στός, ἑορτάζειν μὴ «ζύμῃ παλαιᾷ», μὴ «ζύμῃ κακίας καὶ πονηρίας, 28.25.243 «ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας». καὶ οἱ τοιοῦτοί γε ζητήσουσιν τὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἑστηκότες τῶν γραφῶν καὶ ἐπα πορήσουσιν πρὸς ἀλλήλους, εἰ ἐλεύσεται εἰς τὴν ἑορτὴν Ἰησοῦς. 28.26.n ∆εδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐν τολὰς ἵνα ἐάν τις γνῷ αὐτὸν ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν. 28.26.244 Ὅρα πῶς μεμαρτύρηται ἀνακεχωρηκέναι, ἵνα καὶ ἡμεῖς γινώσκωμεν ἐν καιρῷ τὸ τοιοῦτο ποιεῖν. καὶ πρόσχες γε ὅτι οὐκ ᾔδεισαν ὅπου ἐστὶν οὔτε οἱ ἀρχιερεῖς οὔτε οἱ Φαρισαῖοι, καὶ μὴ εἰδότες διδόασιν ἐντολάς, ἵνα ἐάν τις γνῷ ποῦ ἐστὶν μηνύσῃ αὐτοῖς 28.26.245 καὶ συλλάβωσιν αὐτόν. καὶ ἄλλως δὲ φήσεις ὅτι οἱ ἐπιβουλεύοντες τῷ 28.26.246 Ἰησοῦ οὐκ οἴδασιν ποῦ ἐστιν. διὸ διδόασιν ἑτέρας παρὰ τὰς τοῦ 28.26.247 θεοῦ ἐντολάς, «διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων». καί εἰσιν αὐτῶν αἱ ἐντολαὶ <ἃς> διδόασιν Φαρισαῖοι καὶ ἀρχιερεῖς, τῶν σωματικῶν τυγχάνοντες Ἰουδαίων, κατὰ τοῦ Ἰησοῦ· βούλονται γάρ τινας μηνῦσαι αὐτοῖς τὸν Ἰησοῦν, ἵνα αὐτὸν ὑποχείριον λαβόντες 28.26.248 προδῶσιν. καὶ φήσεις πάντα τὸν περιεργαζόμενον τὰ περὶ τὸν χριστιανισμὸν ἐπὶ τῷ αὐτὸν ἀνατρέπειν καὶ κατηγορεῖν Φαρισαῖόν τινα εἶναι καὶ οὐκ ἀγαθὸν ἀρχιερέα, ἄλλων λόγων διδόντα ἐντολάς, οἷς οἴεται διδάξειν αὑτὸν τὰ περὶ τὸν Ἰησοῦν, ἵνα μηνυθέντα αὐτὸν αὐτῷ πιάσῃ καὶ ὑβρίσας ἀποκτείνῃ. 28.26.249 Ἀλλὰ γὰρ αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ ὀγδόου καὶ εἰκοστοῦ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν τόμου, αὐτοῦ κατα παύσωμεν τὸν λόγον, ἐν τῷ ἐνάτῳ καὶ εἰκοστῷ, θεοῦ διδόντος, ἀρξόμενοι τῶν ἑξῆς. 32.t.1 ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ ΛΒʹ. 32.1.1 Ἀπὸ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ εὐοδούμενοι ἐρχώμεθα τὴν μεγάλην τοῦ εὐαγγελίου ὁδὸν καὶ ζῶσαν ἡμῖν, εἰ καὶ γνωσθείη καὶ 32.1.2 ὁδευθείη ὑφ' ἡμῶν, <ὡς> φθάσαι αὐτῆς καὶ ἐπὶ τὸ τέλος. νῦν μέντοι γε οἱονεὶ δευτέρας καὶ τριακοστῆς παρεμβολῆς ἐν τοῖς λεχθησομένοις ἐπιβῆναι πειρώμεθα· καὶ παρείη γε ἡμῖν ὁ στύλος τῆς φωτεινῆς νεφέλης Ἰησοῦ, προάγων ἡμᾶς ὅτε δεῖ, καὶ ἱστὰς ὅτε χρή, ἕως ὅλον καὶ τῇ ὑπαγορεύσει τῶν εἰς τὸ εὐαγγέλιον, ἱερὲ ἀδελφὲ <καὶ θεοῦ> ἄνθρωπε Ἀμβρόσιε, διεξέλθωμεν τὸ εὐαγγέλιον, μὴ ἐκκακοῦντες ἀπὸ τοῦ μακροῦ τῆς ὁδοιπορίας μηδὲ ἀποκάμνοντες διὰ τὴν ἡμε τέραν ἀσθένειαν, ἀλλ' ἐκβιαζόμενοι κατ' ἴχνη βαίνειν τοῦ στύλου 32.1.3 τῆς ἀληθείας. πότερον δὲ βούλεται τὸν νοῦν ἡμῶν τελέσαι διὰ τῶν ὑπαγορεύσεων τὴν ὁδοιπορίαν τῆς ὅλου τοῦ κατὰ τὸν Ἰωάννην εὐ 32.1.4 αγγελίου γραφῆς ἢ μή, αὐτὸς ἂν εἰδείη ὁ θεός. μόνον καὶ ἐνδη μοῦντες ἐν τῷ σώματι καὶ ἐκδημοῦντες αὐτοῦ ἐπὶ τῷ ἐνδημῆσαι πρὸς τὸν κύριον ἔξω τοῦ εὐαγγελίου μὴ βαίνοιμεν, ἵνα καὶ τῶν τοὺς μακαρισμοὺς φερόντων ἔργων καὶ λόγων ἐν τῷ παραδείσῳ τῆς τρυ φῆς τοῦ θεοῦ ἀπολαύσωμεν. 32.2.n Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβλη κότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος