1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

70

οὐκ ἠθέλησε τὴν ἀλήθειαν, ἀλλὰ μεμένηκε πίθηκος, μᾶλλον δὲ κολοιός, ἀλλοτρίοις πτίλοις 7.38 καλλυνόμενος. Οὗτος περὶ τοῦ δεῖν ἐμψύχων ἀπέχεσθαι πολλοὺς λόγους ξυγγεγραφώς, εἰσήγαγε τὸν Θεόφραστον λέγοντα, ὅτι οἱ πάλαι ἄνθρωποι οὔτε λιβανωτὸν οὔτε ἄλλο θῦμα προσέφερον, "ἀλλὰ χλόης οἷόν τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι κατέκαον", ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς 7.39 τῇ θυσίᾳ δεξιούμενοι. Εἶτα πολλὰ ἄττα τοιαῦτα διεξελθών, ἐπήγαγεν· "Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας, ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρότερον λεχθείσας καθ' ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν 7.40 ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων." Εἶτα πολλοὺς λόγους διεξελθών, ἔφη μὴ χρῆναι θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας· εἶναι γὰρ ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσ φιλές. Προστέθεικε δὲ καὶ ταῦτα· "Εἰκότως ὁ Θεόφραστος ἀπα γορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας, 7.41 χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις." Εἶτα δείκνυσι, τίνα θύειν προσήκει, καί φησιν· "Καὶ μὴν θύειν δεῖ ἐκεῖνα, ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θύειν ἀβλαβὲς εἶναι χρὴ πᾶσιν." Καὶ αὖ πάλιν· "Ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις." Ἀναμιμνήσκει δὲ καὶ τῶν πάλαι τολμηθεισῶν ἀνδροφονιῶν· "Ἐθύετο γάρ" φησιν "ἐν Ῥόδῳ μηνὶ Μετα γειτνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ· ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν εἰς ἔθος μετεβλήθη. Ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ 7.42 κατακριθέντων μέχρι τῶν Κρονίων ξυνεῖχον." Εἶτα λέγει, ὡς καὶ ἐν Σαλαμῖνι τῆς Κύπρου ἄνθρωπος ἐθύετο τῇ Ἀγραύλῳ τῇ Κέκροπος, καὶ ἐν Ἡλιουπόλει τῆς Αἰγύπτου ἄνθρωποι κατεσφάζοντο τρεῖς καθ' ἑκάστην ἡμέραν. Καὶ Λακεδαιμονίους δέ φησι τῷ Ἄρει θύειν ἄνθρωπον, καὶ ἐν Λαοδικείᾳ δὲ τῆς Συρίας καὶ ἐν Καρχηδόνι τῆς Λιβύης τοιαύτας πάλαι θυσίας προσε νεχθῆναι, καὶ τοὺς Ἕλληνας εἰς πόλεμον ἐξιόντας ἀνθρωποθυ 7.43 τεῖν, καὶ ἄλλα δὲ πάμπολλα τοιαῦτα διέξεισιν. Καὶ Φίλων δὲ ὁ ἱστοριογράφος φησὶν Ἀριστομένη τὸν Μεσσήνιον τῷ Ἰθωμήτῃ ∆ιῒ τριακοσίους ἀποσφάξαι. Καὶ ὁ Πλούταρχος δὲ ξυνῳδὰ τού τοις ἱστόρησε, καὶ ἕτεροι ξυγγραφεῖς πολλὰ τοιαῦτα ξυνέγραψαν· καὶ τραγῳδοποιοὶ τοιάσδε ξυμφορὰς ἐτραγῴδησαν, Μενοικέως μὲν ἐν Θήβαις, Κόδρου δὲ ἐν Ἀθήναις καὶ τῶν Λεὼ θυγατέρων. 7.44 Καὶ ῥᾴδιον ἐντυχεῖν τῷ βουλομένῳ ταῖς παλαιαῖς ἱστορίαις καὶ 7.44 γνῶναι, ὡς τῶν καλουμένων θεῶν ταῦτα κελευόντων ἐθύετο. Ὁ δέ γε ποιητὴς καὶ δεσπότης πανταχῇ τῆς τοιαύτης παρανομίας κατηγορεῖ, καὶ διὰ τοῦ ∆αυὶδ μὲν βοᾷ· "Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν", διὰ δὲ τοῦ προφήτου Ἰεζεκιὴλ πάλιν ἐπι μεμφόμενος λέγει· "Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγα τέρας σου, ἃς ἐγέννησάς μοι, καὶ προσήγαγες αὐτοὺς τοῖς ἐρασταῖς σου. Τοῦτο ὑπὲρ πᾶσαν τὴν πορνείαν σου." 7.45 Ταῦτα μὲν οὖν πάλαι παρ' Ἑλλήνων καὶ Ῥωμαίων καὶ Αἰγυπτίων, καὶ μέντοι καὶ Ἑβραίων καὶ τῶν ἄλλων ἐτολμᾶτο βαρβάρων· μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἐκεῖνα μὲν ἔσβεσται ἅπαντα, οἱ δὲ θεῖοι τῶν εὐαγγελίων πολιτεύ 7.46 ονται νόμοι. Ἐκείνας τραγῳδῶν τὰς μιαιφονίας Σοφοκλῆς ὁ Ἀθηναῖος ἄριστα μὲν ἐθεολόγησεν, ἄγαν δὲ σοφῶς ἐκωμῴδησε τὰ τῶν δαιμόνων ἀγάλματα καὶ τῶν θυσιῶν τὰς παρανόμους σφαγάς· λέγει δὲ οὕτως· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχήν, θεῶν ἀγάλματ' ἐκ λίθων ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν. 7.47 Τοιγάρτοι οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ οἱ ὑμέτεροι ποιηταὶ καὶ ξυγγραφεῖς καὶ φιλόσοφοι ταῦτα γελῶσιν, ἃ θεῖα νομίζετε. Ἐγὼ δὲ οἶμαι καὶ