70
τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως." Τὸ μὲν οὖν ἐξ ἐπιπολῆς νόημα ἡ τοῦ γράμματος ἐπιφά νεια τοῦτο δηλοῖ· τοῦτο γὰρ τοῖς πάλαι ἥρμοττεν Ἰουδαίοις. Ἡ δὲ ἀληθὴς θεολογία τὸν Θεὸν ἡμῖν ὑποδείκνυσι Λόγον, σὺν τῷ παναγίῳ Πνεύματι, καὶ τοὺς οὐρανοὺς καὶ τὰς οὐρανίους πεποιηκότα δυνά μεις. Καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν προλαμβάνει ἡ προφητεία. Καὶ ὥσπερ ὁ θεσπέσιος Ἰωάννης, ὁ τῆς βροντῆς υἱὸς, πᾶσαν τὴν οἰκουμένην ἐδίδαξεν, ὅτι "Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἓν, ὃ γέγονεν·" οὕτως ὁ μακάριος ∆αβὶδ προκηρύττει λέγων, "Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν." Οὐκ ἀπονέμει δὲ τῷ μὲν Θεῷ Λόγῳ τὴν τῶν οὐρανῶν δημιουργίαν, τῷ δὲ παναγίῳ Πνεύματι τὴν τῶν δυ νάμεων ποίησιν· ἀλλὰ καὶ ταῦτα κἀκεῖνα τὸν Θεὸν Λόγον καὶ τὸ ἅγιον Πνεῦμα πεποιηκέναι φησί. ∆υνάμεις δὲ οὐρανῶν οἱ μὲν τοὺς κατ' οὐρανὸν 80.1097 φωστῆρας, οἱ δὲ τὰς ἀοράτους ἔφασαν εἶναι δυνά μεις. Ἐμοὶ δὲ τὸ δεύτερον ἀληθέστερον εἶναι δοκεῖ. ∆ημιουργὸν γὰρ ὑποδεικνὺς τὸν Θεὸν, οὐκ ἂν μόνης τῆς ὁρωμένης ἐμνημόνευσε κτίσεως. ζʹ. "Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης· τιθεὶς ἐν θησαυροῖς ἀβύσσους." Πᾶσαν μὲν γὰρ τῶν ὑδάτων τὴν φύσιν, ὥσπερ ἐν ταμιείοις τισὶ τοῖς ἀφωρισμένοις χωρίοις καθειργμένην ἔχει· ἕλκει δὲ ταύτην εἰς τὸν ἀέρα μετέωρον, ὅτ' ἂν θέλῃ, καὶ ὡς ἐν ἀσκῷ τινι ταῖς νεφέλαις συνάγει. ∆ιὸ λέγει· "Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς." Καὶ ἀλλαχοῦ δὲ πάλιν ἡ θεία Γραφή· "Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς." ηʹ, θʹ. "Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐ τὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν." Τῶν οὐρανῶν μνημονεύσας, καὶ τῶν ἀοράτων δυνάμεων, ἔπειτα τῆς τῶν ὑδάτων οὐσίας, ἄγει καὶ τὴν γῆν εἰς μέσον, καὶ τοὺς ταύτην κατοικοῦντας, ποιήματα αὐτοῦ εἶναι διδάσκων, καὶ παρεγγυῶν δεδιέναι καὶ τρέμειν τὸν Ποιητὴν, καὶ τοῖς αὐτοῦ νεύμασι πείθεσθαι. Τὸ γὰρ σαλευθήτωσαν, ὁ μὲν Σύμμαχος εὐλα βείσθωσαν, ὁ δὲ Ἀκύλας ὑποσταλήσονται εἴρηκε, τῷ ἐπιόντι χρόνῳ τὴν τῆς οἰκουμένης παραπέμψας εὐλάβειαν. Οὐδὲ γὰρ ἡνίκα τούσδε τοὺς λόγους ἐποιή σατο, ταύτην ἔσχον οἱ ἄνθρωποι, ἀλλὰ μετὰ τὴν ἐνανθρώπησιν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ ∆εσπότου Χριστοῦ. ιʹ, ιαʹ. "Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθε τεῖ δὲ λογισμοὺς λαῶν· καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λο γισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν." ∆ιπλῆν ἔχει τὴν ἑρμηνείαν τὰ εἰρημένα· οὐ γὰρ μόνον τῶν Ἀσσυρίων, καὶ τοῦ Σενναχηρεὶμ, καὶ τοῦ Ῥαψάκου διεσκέδασε τὰς βουλάς· καὶ τῆς οἰ κείας βουλῆς τὴν δύναμιν καὶ τὴν ἀλήθειαν ἔδειξεν· ἀλλὰ καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν τὰς κατὰ τῶν ἀποστόλων ἐπαναστάσεις διέλυσε, καὶ τῆς οἰκείας δυνάμεως τὸ κράτος δῆλον πεποίηκεν ἅπασι· τοῦ το γὰρ ὁ προφητικὸς ᾐνίξατο λόγος, εἰπών· "Λο γισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν." Τῶν δύο γενεῶν ἡ μνήμη διδάσκει καὶ τὰ τηνι καῦτα γενόμενα, καὶ τὰ μετὰ ταῦτα ἐσόμενα. ιβʹ. "Μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ· λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ." ∆εῖ, φησὶ, μακαρίζειν, οὐ τοὺς πλούτῳ κομῶντας, 80.1100 ἀλλὰ τοὺς τῷ Θεῷ πεποιθότας, καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύοντας. Ἐκλεκτὸς δὲ λαὸς κληρονομία Θεοῦ προσαγορευόμενος, πάλαι μὲν ὁ Ἰουδαϊκὸς, μετὰ δὲ ταῦτα, ὁ ἐκ τῶν ἐθνῶν ἐκλεγεὶς, καὶ τῆς πίστεως τὰς ἀκτῖνας δεχόμενος. "Αἴτησαι γὰρ, φησὶ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατά σχεσίν σου τὰ πέρατα τῆς γῆς. ιγʹ, ιδʹ. "Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν." Ταῦτα καὶ ἐν τῷ τρίτῳ καὶ δεκάτῳ ἔφη ψαλμῷ, τὴν αὐτὴν ποιούμενος πρόῤ ῥησιν. Καὶ ἐπειδὴ εἶπεν ἐπέβλεψεν, ἵνα μή τις αὐτὸν