70
ἔτει Καβάδης, ὁ τῶν Περσῶν βασιλεύς, χρήματα ἀπαιτεῖ Ἀναστάσιον. ὁ δὲ Ἀναστάσιος, εἰ μὲν δανείσασθαι βούλοιτο, ἔγγραφον ὁμολογίαν ἔλεγε ποιῆσαι, εἰ δὲ ἄλλῳ τρόπῳ, μὴ διδόναι. ὅθεν παρασπονδήσας τὴν γενομένην πρὸς Θεοδόσιον τὸν νέον ἔμπροσθεν εἰρήνην ἐπέρχεται μετὰ πλήθους πολλοῦ Περσικοῦ τε καὶ ἐπεισάκτου πρότερον μὲν Ἀρμενίαν καὶ λαμβάνει Θεοδοσιούπολιν. Κωνσταντίνου προδόντος αὐτήν, ἀνδρὸς συγκλητικοῦ τε καὶ Ἰλλυρίων ἄρξαντος ταγμάτων. εἶτα εἰς Μεσοποταμίαν ἐλθὼν Ἄμιδαν ἐπολιόρκει, Ῥωμαϊκοῦ στρατεύματος ἀξιολόγου μήπω τοῖς τόποις ἐνδημοῦντος, Ἀλυπίου δὲ μόνου βοήθειαν ἔχοντος ὀλίγην, ἀνδρὸς πανταχόθεν ἐπαινετοῦ καὶ φιλοσοφίας ἐραστοῦ, μάλιστα τὴν ἐνδεχομένην περί τε τὴν φυλακὴν τῶν πόλεων καὶ τὰ ἀπόθετα τῶν τροφῶν ἐπιμέλειαν 145 ποιουμένου. ᾤκει δὲ αὐτὸς ἐν Κωνσταντίνῃ, σταδίοις φζʹ κατὰ δύσιν ἀφεστώσης Νισίβης, * ὄσισοι καὶ ἡ Ἄμιδα πρὸς ἄρκτον. ἀλλὰ χρόνου τινὸς μεταξὺ ῥεύσαντος, καί τινων μερικῶν συμπλοκῶν Πέρσαις τε καὶ Ῥωμαίοις γενομένων, καθ' ἃς ποτὲ μὲν ἐλάττους, ποτὲ δὲ ἐπικρατέστεροι τῶν ἐθνῶν ἐν διαφόροις τόποις γεγόνεισαν οἱ Ῥωμαῖοι, τέλος Ἄμιδα προδίδοται τοῖς Πέρσαις, πολιορκηθεῖσα μὲν ὑπὲρ τοὺς τρεῖς μῆνας παρὰ τῶν βαρβάρων, προδοθεῖσα δὲ νύκτωρ ἐξ ἑνὸς τῶν πύργων ὑπὸ μοναχῶν φυλαττομένων. κλίμαξιν οἱ πολέμιοι χρησάμενοι καὶ οὕτως ἔσω τῆς πόλεως γεγονότες ληΐζονται πᾶσαν καὶ καθαιροῦσι καὶ πλοῦτον λαμβάνουσι πολύν, Κουάδου τοῦ βασιλέως ἐπὶ ἐλέφαντος εἰς αὐτὴν ἐλθόντος μετὰ τρίτην ἡμέραν τῆς προδοσίας καὶ πλοῦτον μὲν ἀφελομένου πολύν, Γλώνην δὲ καταλιπόντος τῇ πόλει φύλακα, Κουάδου εἰς Νισίβιν ἐπαναζεύξαντος τὴν πόλιν, καὶ τῆς Περσικῆς δυναστείας μεταξὺ Ἀμίδης καὶ Κωνσταντίας διατριβούσης. ιδʹ. ιʹ. δʹ. θʹ. γʹ. ηʹ. ϛʹ. Τούτῳ τῷ ἔτει στέλλεται παρὰ τοῦ βασιλέως Ἀναστασίου στρατιὰ Γότθων τε καὶ Βέσσων καὶ ἑτέρων Θρᾳκίων ἐθνῶν, στρατηγοῦντος τῆς ἕω καὶ ἐξαρχοῦντος αὐτῆς Ἀρεοβίνδου, τοῦ ∆αγαλαΐφου παιδός, ὑπάτου γεγονότος ὀρδιναρίου, (τούτου πρὸς πατρὸς ἐγένετο πάππος Ἀρεόβινδος, ὁ κατὰ τὸν Θεοδοσίου τοῦ νέου χρόνον εὐδοκιμήσας κατὰ Περσῶν· ἐτέχθη δὲ Ἀρεόβινδος τῷ ∆αγαλαΐφῳ ἀπὸ Γοδισθέας, τῆς Ἀρδαβουρίου θυγατρὸς τοῦ παιδὸς Ἄσπαρος, οὗ πρόσθεν ἐμνημονεύσαμεν) ἐπὶ δυναστείᾳ μεγάλῃ. συναπεστάλησαν δὲ τῷ Ἀρεοβίνδῳ 146 καὶ ἕτεροι πλεῖστοι στρατηγοί, ὧν οἱ περιφανέστατοι Πατρίκιος ἦν καὶ Ὑπάτιος, ὁ Σεκουνδίνου καὶ τῆς ἀδελφῆς Ἀναστασίου τοῦ βασιλέως υἱός, καὶ Φαρισμάνης, ὁ Ζουνᾶ πατήρ, τὸ γένος Λαζός, καὶ Ῥωμανὸς ὁ προειρημένος ἐξ Εὐφρατησίας συναφθεὶς τῷ στρατεύματι, καὶ Ἰουστῖνος ὁ βασιλεύσας μετὰ ταῦτα, καὶ Ζήμαρχος καὶ ἕτεροί τινες, τῆς δυνάμεως συνελθούσης ἐν Ἐδέσῃ, πόλει τῆς Ὀσροηνῆς, καὶ Σαμοσάτοις, πόλει τῆς Εὐφρατησίας. καὶ οἱ μὲν περὶ Ὑπάτιον καὶ Πατρίκιον ἠσχολοῦντο τὴν Ἄμιδαν ἐλευθερῶσαι τῆς Περσικῆς φυλακῆς, Ἀρεόβινδος δὲ μετὰ Ῥωμανοῦ καὶ Ἀσουάδου τοῦ φυλάρχουκαί τινων ἑτέρων στρατοπεδευσάμενος ὡς πρὸς αὐτὸν Κουάδην τότε εἰς τὸ Νισίβιος διατρίβοντα διαφόροις μάχαις καταγωνίζεται τὸ Περσικὸν καὶ τοῦ Νισίβιος Κουάδην ἀπελαύνει καὶ πολλοῖς διαστήμασιν εἴσω χωρῆσαι τῆς χώρας πεποίηκεν. ἀνεῖλε δὲ καὶ στρατηγὸν μέγιστον τῶν Περσῶν ἐν μιᾷ συμπλοκῇ, οὗ καὶ τὸ ξίφος καὶ τὸ βραχιάλιον ἠνέχθη Ἀρεοβίνδῳ παρὰ τοῦ ἀνελόντος αὐτὸν Σκύθου, καὶ ἀξιόλογον ὡς μάλιστα φανὲν σύμβολον τῆς νίκης ἐστάλη τῷ βασιλεῖ. τῆς οὖν Περσικῆς στρατιᾶς ἐλαττωθείσης οὕτω τοῖς Ῥωμαϊκοῖς στρατηγοῖς παρασκευασάμενος Κουάδης εἰσπέμπει στράτευμα πλεῖστον κατὰ τῶν Ῥωμαίων, ὥστε Ἀρεόβινδον προτρέψαι τοὺς περὶ Ὑπάτιον καὶ Πατρίκιον, ἀπὸ τῶν περὶ Ἄμιδαν τόπων εἰς συμμαχίαν αὐτῷ συνδραμεῖν. ἐκείνων δὲ παραιτησαμένων διὰ φθόνον, ὑποχωρῆσαι ἠβουλήθη Ἀρεόβινδος καὶ εἰς τὸ Βυζάντιον εἰσελθεῖν, εἰ μὴ μόλις Ἀππίων ὁ Αἰγύπτιος, ὕπαρχος τότε τοῦ στρατεύματος ὢν καὶ τῆς δαπάνης καὶ τῆς