71
ται ἡ ἐλεημοσύνη ἐν κρυπτῷ πρὸς Θεόν, καθώς φησιν ὁ Κύριος, ὅτι· «Σοῦ δὲ ποιοῦντος τὴν ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημο σύνη ἐν τῷ κρυπτῷ.» Καὶ ἡ χήρα προσευχέσθω ὑπὲρ τοῦ δεδωκότος, ὅστις ποτ' ἂν ᾖ, ἅγιον θυσιαστήριον Θεοῦ ὑπάρχουσα, καὶ ὁ πατὴρ ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει τῷ εὖ ποιήσαντι ἐν τῷ φανερῷ. Ἀλλ' αἱ μὴ κατ' ἐντολὴν Θεοῦ ζῆν θέλουσαι χῆραι φροντίζουσιν πολυπευστεῖν, τίς ἡ διακονησαμένη καὶ τίνες αἱ λαβοῦσαι, καὶ μαθοῦσα ἐπιμέμφεται τῇ διακονησαμένῃ λέγουσα, ὅτι οὐκ ᾔδεις, ὅτι ἐγώ σοι μᾶλλον ἐγγυτέρα παρ' ἐκείνην ὑπῆρχον καὶ μᾶλλον παρ' ἐκείνην θλιβομένη; ∆ιὰ τί οὖν προετίμησας ἐκείνην ἐμοῦ; Ταῦτα δὲ λέγει ἄφρων ὑπάρχουσα, οὐ νοοῦσα, ὅτι οὐκ ἀνθρώπου τοῦτο θέλημα γέγονεν, ἀλλὰ Θεοῦ πρόσταγμα. Eἰ γὰρ μαρτυρεῖ αὕτη, ὅτι ἐγγυτέρα ὑπῆρχεν καὶ ἐν πλείονι ἐνδείᾳ ἐξητάζετο καὶ μᾶλλον αὐτὴ γυμνὴ ἢ ἐκείνη, ὀφείλει νοεῖν τὸν διαταξά μενον καὶ ἀποσιγήσασα καὶ μὴ μεμψαμένη τὴν διακονήσασαν, εἰσελθοῦσα εἰς οἶκον ἑαυτῆς καὶ ἐπὶ πρόσωπον ἑαυτὴν βαλοῦσα ἱκετεῦσαι τὸν Θεὸν ἀφεθῆναι αὐτῇ τὸ πλημμέλημα. Ὁ γὰρ Θεὸς ἐνετείλατο τῇ εὖ ποιούσῃ μὴ τραγῳδεῖν τὴν εὐποιΐαν, ἡ δὲ ἐμέμφετο, ὅτι μὴ ἐκήρυξεν αὐτῆς τὸ ὄνομα, ἵνα καὶ αὐτὴ μαθοῦσα δράμῃ εἰς τὸ λαβεῖν· καὶ οὐ μόνον ἐμέμφετο, ἀλλά γε καὶ κατηρᾶτο αὐτῇ, ἐπιλαθομένη τοῦ εἰπόντος· «Ὁ εὐλογῶν σε εὐλογημένος, καὶ ὁ καταρώ μενός σε κεκατήραται.» Λέγει δὲ ὁ Κύριος· «Ὅταν εἰσέρχησθε εἰς οἶκον, λέγετε· Eἰρήνη τῷ οἴκῳ τούτῳ, καὶ ἐὰν μὲν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπαναπαύσεται ἐπ' αὐτόν· ἐὰν δὲ μὴ ᾖ ἄξιος, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστρέφει.» Eἰ οὖν ἡ εἰρήνη ἐπὶ τοὺς πέμψαντας αὐτὴν ἐπ' ἐκεί νους πάλιν ἐπιστρέφει ἐπὶ τοὺς προηκαμένους αὐτὴν διὰ τὸ μὴ εὑρεῖν ἀξίους αὐτῆς, πολλῷ μᾶλλον ἡ κατάρα ἐπιστρέψει εἰς κεφαλὴν τοῦ ἀδίκως αὐτὴν ἐκπέμψαντος, ὡς οὐκ ἀξίου ὄντος τοῦ λαβεῖν αὐτὴν ἐκείνου, πρὸς ὅνπερ ἐξαπεστάλη. Πᾶς γὰρ ὁ μάτην λοιδορῶν ἑαυτὸν ἀρᾶται, καθά φησιν ὁ Σολομών· «Ὥσπερ ὄρνεα πέτονται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται ἐπ' οὐδενί.» Καὶ πάλιν λέγει· «Oἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν.» Ὥσπερ δὲ ἡ μέλισσα ἐν τῇ δυνάμει αὐτῆς ἀσθενὴς οὖσα, ἐπὰν πλήξῃ τινά, τὸ κέντρον ἀποβάλλει καὶ γίνεται στείρα, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, ὃ ἐὰν ποιήσητε ἄδικον εἰς ἑτέρους, τοῦτο εἰς ἑαυτοὺς ἐνεργήσετε. «Λάκκον γὰρ êρυξεν