71
δεσποτικοῦ καὶ ἁγίου σώματος, ἀνιστάμενος. τῆς ὑψώσεως δὲ τελεσθείσης, εἰ μὲν ἀνεπιτηδείως πρὸς τὴν τῶν ἁγιασμάτων κοινωνίαν ὁ βασιλεὺς ἔχει, μέχρι συμπληρώσεως τῆς θείας μυσταγωγίας κάθηται ἐπὶ τοῦ θρόνου· εἰ δὲ παρεσκεύασται πρὸς τοῦτο, πάλιν αὐτὸν οἱ διάκονοι ἐρχόμενοι προσκαλοῦνται. καὶ μετ' αὐτῶν εὐθὺς εἴσεισιν εἰς τὰ ἄδυτα, καὶ θυμιατοῦ αὐτῷ διδομένου, τὴν ἱερὰν τράπεζαν πρῶτα μὲν κατὰ ἀνατολὰς θυμιᾷ, εἶτα πρὸς ἄρκτον καὶ μετὰ τοῦτο πρὸς ἑσπέραν καὶ τέταρτον πρὸς μεσημβρίαν βλέπων· πάλιν δὲ πρὸς ἀνατολὰς θυμιάσας, θυμιᾷ καὶ τὸν πατριάρχην· προσαγορεύσας δὲ αὐτὸν ὁ πατριάρχης καὶ τῆς χειρὸς αὐτοῦ λαβὼν τὸν 1.202 θυμιατὸν, ἀντιθυμιᾷ καὶ αὐτὸν αὐτός. μετὰ δὲ τοῦτο τὸ στέμμα τῆς κεφαλῆς περιελόμενος ὁ βασιλεὺς, ἐγχειρίζει τοῖς διακόνοις. ὁ δὲ πατριάρχης εἰς τὰς χεῖρας αὐτῷ τοῦ δεσποτικοῦ σώματος ἐπιδίδωσι μερίδα· μετασχὼν δὲ αὐτῆς, καὶ τοῦ ζωοποιοῦ αἵματος κοινωνεῖ, οὐ λαβίδι, καθάπερ οἱ πολλοὶ, ἀλλ' αὐτῷ κρατῆρι τὸν τῶν ἱερωμένων τρόπον. τό, τε στέμμα περιθέμενος αὖθις, ἔξεισι τῶν ἀδύτων. τελεσθείσης δὲ τῆς μυσταγωγίας, τοῦ διαδιδομένου τοῖς πλήθεσιν ἁγιάσματος αὖθις μετασχὼν, καὶ παρὰ τοῦ πατριάρχου καὶ τῶν παρόντων ἀρχιερέων εὐλογηθεὶς, καὶ περιπτυξάμενος αὐτῶν τὰς χεῖρας, ἄνεισιν εἰς τὰ λεγόμενα κατηχούμενα, ὡς ἂν ἐξ ἀπόπτου παρὰ πάντων ὁρώμενος εὐφημηθείη. τελεσθέντος δὲ καὶ τούτου, κατελθὼν ἐκεῖθεν αὐτὸς καὶ ἡ βασιλὶς μόνοι, τῶν ἄλλων ἁπάντων ἑπομένων πεζῇ, ἔφιπποι χωροῦσι πρὸς τὰ βασίλεια· τραπέζης δὲ ἡτοιμασμένης ἐκεῖ στεφηφοροῦντες καθήμενοι εὐωχοῦνται· διακονεῖται δὲ αὐτοῖς ὁ μέγας δομέστικος τὰ πρὸς χρείαν, ἂν δὲ μὴ ᾖ μέγας δομέστικος, ὁ δεσπότης. τὰς δ' ἐφεξῆς ἡμέρας δέκα πλείους ἢ ἐλάττους, οὐ γὰρ ἀριθμὸς νενόμισται τῶν τῆς ἑορτῆς ἡμερῶν, ἀλλ' ὅπως ἂν βασιλεῖ δοκῇ, τὸ μὲν διάδημα καὶ τὸ στέμμα καὶ τὴν πορφύραν ἐν τοῖς βασιλικοῖς ἀποτίθενται ταμιείοις, ἐσθῆτας δὲ ἑτέρας περιβεβλημένοι λαμπρὰς καὶ βασιλικὰς, ἑορτάζουσι λαμπρῶς· ἀρίστων τε παρασκευαζομένων πολυτελῶν, οἱ συγκλητικοὶ πάντες καθήμενοι ἀριστῶσιν, ὁρώντων τῶν βασιλέων καὶ εὐωχουμένων καὶ αὐτῶν ἐν ἰδίᾳ τραπέζῃ. διακονεῖται δὲ αὐτοῖς ὁ ἐπὶ τῆς βασιλικῆς 1.203 τεταγμένος τραπέζης· ὁ μέγας δὲ δομέστικος ἐν τῷ προσήκοντι τόπῳ τοῖς ἄλλοις συνανακέκλιται συγκλητικοῖς. ἄξιον δὲ καὶ ὃ παρελίπομεν τῆς τελετῆς ταύτης ἐπιμνησθῆναι. τῇ γὰρ ἡμέρᾳ, καθ' ἣν ὁ βασιλεὺς χρισθεὶς ἔξεισι τοῦ ναοῦ, παρά τινος τῶν συγκλητικῶν, ὃν ἂν ὁ βασιλεὺς ἐθέλῃ, εἰς τὸν δῆμον ῥίπτονται ἃ λέγουσιν ἐπικόμβια. δύναται δὲ τοῦτο ἀποδέσμους τινὰς εἶναι ἐν ὀθονίων τμήμασι δεδεμένους, ἔνδον ἔχοντας νομίσματα χρυσᾶ τῶν βασιλικῶν τρία καὶ ἐξ ἀργύρου τοσαῦτα ἢ καὶ πλείω, καὶ ὀβολοὺς ἀπὸ χαλκοῦ τοσούτους. ῥίπτονται δὲ ἀπόδεσμοι τοιοῦτοι χιλιάδων ἔλαττον ἢ πλεῖον δέκα ἐν τοῖς προαυλίοις μάλιστα τοῦ ναοῦ. ὑπὸ δὲ τὴν αὐτὴν ἡμέραν ἐν τοῖς βασιλείοις τοῦ δήμου συνηθροισμένου παντὸς, παρὰ τοῦ αὐτοῦ πάλιν συγκλητικοῦ τῶν προτέρων ἴσοι ἢ καὶ πλείους ῥίπτονται ἀπόδεσμοι. εἰς τὴν ὑστεραίαν δὲ τῶν δημοτικῶν μὲν πάρεισιν οὐδένες· τοῦ στρατιωτικοῦ δὲ καὶ τοῦ περὶ τὴν βασιλικὴν ὑπηρεσίαν τεταγμένου παρόντος παντὸς, ἐν ταῖς τῶν βασιλείων αὐλαῖς ἐξερχόμενος ὁ βασιλεὺς, τοῦ τῶν βασιλικῶν ταμίου παρεστῶτος, χρημάτων καὶ τὴν ἄκραν τῆς ἐσθῆτος πλήρη φέροντος νομισμάτων χρυσῶν ἐκ τῶν βασιλικῶν, δραττόμενος ὁ βασιλεὺς κύκλῳ διασκεδάζει. κενωθέντων δὲ, ὁ ταμίας αὖθις τὴν ἐσθῆτα ἀναπληροῖ· καὶ τοῦτο γίνεται οὐ τρὶς καὶ τετράκις μόνον, ἀλλὰ καὶ πλεονάκις. αἴτιον δὲ τῆς τοιαύτης διαδόσεως τοῦ χρυσοῦ τὸ πάντας βούλεσθαι τὸν βασιλέα ἐκ τῶν αὐτοῦ δαπανῶντας αὐτῷ συνευφραίνεσθαι καὶ συμπανηγυρίζειν. τοιαύτη μὲν ἡ 1.204 ἐπὶ τοῖς βασιλεῦσι στεφομένοις γινομένη τελετή· ἡ δὴ γέγονεν ὁμοία καὶ ἐπ' Ἀνδρονίκῳ τῷ νέῳ βασιλεῖ, Φεβρουαρίου ἱσταμένου τῆς ὀγδόης ἰνδικτιῶνος. μβʹ. Τοῦ δὲ ἐπιόντος ἔτους κατὰ μῆνα Φεβρουάριον ἐννάτης ἰνδικτιῶνος, ἐκ τῆς Σαβωΐας εἰς Βυζάντιον ἧκεν Ἄννα ἡ