71
ἐπὶ σοφίᾳ προκόπτοντας. ουτοι τοίνυν οἱ νεανίαι τοῦ προεστῶτος αὐτῶν εὐνούχου ἐδέοντο μὴ τοῖς ἐκ τῆς βασιλικῆς τραπέζης χορηγουμένοις αὐτοῖς διαιτᾶν σφᾶς, ἀλλ' ὀσπρίοις καὶ φοίνιξι καὶ τοιούτοις αλλοις. ὁ δὲ δεδιέναι ελεγε μὴ τοιούτοις τρεφόμενοι λεπτυνθῶσι τὰ σώματα, καὶ παρὰ τοῦ βασιλέως διὰ τοῦτο αὐτὸς κακωθῇ. οἱ δὲ ἐφ' ἡμέρας δέκα ουτω διαιτῆσαι αὐτοὺς παρεκάλουν, καὶ εἰ μὲν μὴ μεταβάλοιτο ἡ τῶν σωμάτων εξις αὐτοῖς, ουτω διαιτᾶν αὐτοὺς καὶ εἰς τὸ ἑξῆς, εἰ δ' ιδοι τὰ σώματα αὐτῶν ἰσχναινόμενα, τῆς προτέρας εχεσθαι διαιτήσεως. πείθεται τούτοις ὁ τῶν παίδων προεστηκώς, καὶ ουτω ποιήσας ὡς οὐδὲν αὐτοὺς ἐκ τῶν τοιούτων τροφῶν παθόντας ειδε, μᾶλλον μὲν ουν καὶ τῶν αλλων θαλερωτέρους γεγονότας, ἀψύχους αὐτοῖς προσῆγε τροφάς. οἱ δὲ λεπτυνθέντος αὐτοῖς τοῦ νοός, πᾶσαν κατώρθωσαν παιδείαν Χαλδαϊκὴν καὶ ̓Ασσύριον. ὁ δέ γε ∆ανιὴλ καὶ περὶ κρίσεις ὀνείρων κατέτεινε τὴν σπουδήν. Ειτα ἐνύπνιον ὁ Ναβουχοδονόσορ ἐξαίσιον θεασάμενος, καὶ τὴν κρίσιν τούτου κατὰ τοὺς υπνους μαθών, τοῦ τε ὀνείρου καὶ τῆς κρίσεως αὐτοῦ ἐπελάθετο. εωθεν ουν μεταπεμψάμενος τοὺς Χαλδαίους 1.179 καὶ τοὺς μάντεις καὶ μάγους, ἀπῄτει τούτους τὸ οναρ τε εἰπεῖν αὐτῷ καὶ τὴν τούτου δήλωσιν. οἱ δὲ αὐτὸν ηθελον πρότερον εἰπεῖν τὸ ἐνύπνιον, καὶ ουτως αἰτεῖν ἐξ ἐκείνων τὸ σημαινόμενον. ὠργίσθη ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ θάνατον ἁπάντων κατεψηφίσατο μὴ δύνασθαι λεγόντων εὑρηκέναι τὸν ονειρον. τούτοις ὡς σοφοὶ καὶ ∆ανιὴλ καὶ οἱ τρεῖς παῖδες καὶ συνεκλήθησαν καὶ συγκατεκρίθησαν. πρόσεισι τοίνυν ὁ ∆ανιὴλ τῷ τῶν βασιλικῶν σωματοφυλάκων ἐξάρχοντι, καὶ ἠξίωσεν ἐπὶ μίαν νύκτα τὴν ἀναίρεσιν τῶν κατακριθέντων ὑπερτεθῆναι· "ισως γάρ" εφη "δι' αὐτῆς δεηθησόμεθα τοῦ θεοῦ καὶ γνωσόμεθα τὸ ἐνύπνιον." ἐνέδωκεν ὁ βασιλεὺς πρὸς τὴν αιτησιν. καὶ συμπαραλαβὼν ὁ ∆ανιὴλ καὶ τοὺς τρεῖς αὐτοῦ συγγενεῖς παῖδας ἱκέτευσε διὰ τῆς νυκτὸς τὸν θεόν. δηλοῦται ουν αὐτῷ θεόθεν καὶ τὸ ἐνύπνιον καὶ τὰ δι' αὐτοῦ σημαινόμενα. καὶ μεθ' ἡμέραν ἀπῄει πρὸς τὸν βασιλέα καί οἱ παρὰ τοῦ θεοῦ εφη γνωρισθῆναι αὐτῷ καὶ τὸ οναρ καὶ τὴν αὐτοῦ δήλωσιν, ἐλεήσαντος τοὺς ἀδίκως διὰ τοῦτο ἀποθανεῖν κινδυνεύοντας, "οὐδὲν δ' ηττον καὶ σὲ τὸν θέλοντα ἀναιτίως τοσούτους κτεῖναι ἐξ ων ἀπῄτεις ἀδύνατα, α μόνῃ τῇ θείᾳ φύσει γνωστά. α δ' ἐθεάσω τοιαῦτά εἰσιν. ἐδόκεις ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, ου χρυσῆ μὲν ἡ κεφαλή, οἱ δὲ ωμοι καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ δέ γε γαστὴρ μετὰ τῶν μηρῶν ἐκ χαλκοῦ, αἱ κνῆμαι δὲ καὶ οἱ πόδες ησαν μέρος μέν τι σιδήρεοι, μέρος δέ τι ὀστράκινοι. ειτα λίθος ἐξ ορους ἀπορραγεὶς τῷ ἀνδριάντι εδοξεν ἐμπεσεῖν καὶ συντρῖψαι αὐτόν, καὶ λεπτῦναι τὸν χρυσὸν καὶ τὸν αργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ τὸν οστρακον ἐς τοσοῦτον ὡς ὑπ' ἀνέμου ἐκλικμηθῆναι καὶ σκεδα1.180 σθῆναι αὐτά. ὁ δὲ λίθος ἐδόκει αὐξῆσαι καὶ εἰς τοσοῦτον μέγεθος προελθεῖν ὡς πᾶσαν ὑπ' αὐτοῦ πεπληρῶσθαι τὴν γῆν. ουτος μὲν ουν σοι ὁ ονειρος· α δὲ δηλοῦταί σοι δι' αὐτοῦ, φροντίζοντι περὶ τῆς βασιλείας καὶ τίς αρξει μετὰ σέ, ταῦτά εἰσιν. ἡ μὲν χρυσῆ κεφαλὴ σύ τε ει καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Βαβυλωνίων, τὸ πολύολβον δ' ὁ χρυσὸς τῆς ἀρχῆς σου παραδηλοῖ· αἱ δὲ δύο χεῖρες καὶ οἱ ωμοι διττὰς εἰκονίζουσι βασιλείας, ὑφ' ων ἡ ὑμῶν ἡγεμονία καταλυθήσεται· ἡ χαλκῆ δὲ γαστὴρ καὶ οἱ τοιοῦτοι μηροὶ βασιλέα δηλοῦσι χαλκὸν ἐνδεδυμένον, ος τοὺς ὑμᾶς καταλύσοντας καθαιρήσει· τὴν δ' ἐκείνου βασιλείαν αυθις ἑτέρα καταπαύσει δυνατωτέρα· τοῦ τε γὰρ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ ὁ σίδηρος δυνατώτερος." ὁ μὲν γὰρ χρυσός, καὶ μᾶλλον ὁ καθαρώτατος, τοῦ ἀργύρου ἐστὶ μαλακώτερος· ὁ δ' αργυρος τοῦ μὲν χρυσοῦ στεγανώτερος, τοῦ δὲ χαλκοῦ τυγχάνει χαυνότερος· ὁ δὲ σίδηρος αυθις καὶ τοῦ χαλκοῦ στερεώτερος. κεφαλῇ μὲν ουν ἡ τῶν ̓Ασσυρίων βασιλεία ἀπείκασται, ὡς προγενεστέρα τῶν αλλων καὶ τῷ χρόνῳ προάγουσα. δευτέραν δὲ τὴν τῶν Μήδων καὶ τῶν Περσῶν ἐκάλεσεν, αι τὴν τῶν ̓Ασσυρίων ἀρχὴν καθῃρήκασιν. ὁ γὰρ Κῦρος, ωσπερ ἱστορηθήσεται, Πέρσης μὲν ην