71
ἀστροθέτημα. ̓Αρκτῷοσ. τόπος. ητοι τὸ ἀρκτῷον μέρος, ἐν ῳ οἱ ἑπτὰ ἀστέρες κατανοοῦνται· οπερ καλεῖται ἀρκτοῦρος. λέγεται δὲ καὶ αμαξα. ̓Αρκτοῦροσ. ὁ ἐπὶ τῆς ζώνης τοῦ ἀρκτοφύλακος λαμπρὸς ἀστὴρ, ἀπὸ τοῦ κατὰ τὴν οὐρὰν αρκτου. ̓Αρκείσιοσ. ὁ πάππος ̓Οδυσσέως. ̔Αρμαθαίμ. τόπος. ̔Αρμοσταί. οἱ ἀπὸ βασιλέως στελλόμενοι εἰς εθνη. ̔Αρματηλάτησ. ὁ ἡνίοχος, ἀπὸ τοῦ ἐλαύνειν τὸ αρμα. ̔Αρμόσ. παρὰ τὸ αρω. ὁ μέλλων ἀρῶ, ὁ παρακείμενος ηρκα, ὁ παθητικὸς ηρμαι, ἁρμός. *τῆς δασείας προελθούσης, ὡς ειρω ἁρμός.* Αρνεσ. οἱ τῶν προβάτων ἀμνοί. alpha.292 ̓Αρνευτήρ. ὁ κυβιστής. ειρηται μεταφορικῶς ἀπὸ τῶν ἀρνῶν, οιτινες εἰώθασιν ἐπὶ κεφαλὴν αλλεσθαι ωσπερ τὸν ἀέρα κυρίττοντες. ̓Αρνῳδοί. οἱ ῥαψῳδοί· οτι αρνα ἐλάμβανον. ̓Αροτῆρεσ. οἱ ἀροτριῶντες. ̓Αροτρεύσ. ἐκ τοῦ αροτρον. ̔Αρπαλέοσ. ἐπιθυμητικός. Αρπυσ. ὁ ερως. ἀπὸ τοῦ ἁρπάζειν τὰς φρένας. ̓Αῤῥαβών. ἡ ταῖς ὠναῖς παρὰ τῶν ὠνουμένων διδομένη πρώτη καταβολὴ ὑπὲρ ἀσφαλείας. παρὰ τὸ ῥαιβὸς ῥαιβὼν καὶ προσθέσει τῆς ˉα στερήσεως καὶ ἀποβολῇ τοῦ ˉι ἀῤῥαβὼν, ὁ μὴ συγχωρῶν ῥαιβὴν γενέσθαι τὴν πίστιν τῶν συναλλαττομένων. Αρσην. ἀπὸ τοῦ αρδω, αρσην, ὁ αρδων τὴν θήλειαν. καὶ γὰρ διὰ τοῦτο πόσις λέγεται ὁ ἀνὴρ, παρὰ τὸ ποτίζειν τῇ γονῇ. η παρὰ τὸ αρδω τὸ πράττω, ὁ μέλλων αρσω καὶ αρσην ἐξ αὐτοῦ, τουτέστιν ὁ πρακτικός. Αρταμοσ. ὁ μάγειρος. παρὰ τὸ διαρτάσαι, ο ἐστι μερίσαι η συναρμόσαι. Αρτημοσ. ὁ τελαμών. ο ἐστι λῶρος, ἐξ ου ηρτηται τὸ βαλάντιον, η τὸ σκουτάριον, η ετερόν τι. ̓Αρτεμίσιοσ. ὁ μάϊος μήν. τὰ διὰ τοῦ ισιος ἀρσενικὰ, καὶ ἰσία θηλυκὰ, καὶ ισιον οὐδέτερα, ἀποστρέφονται τὴν ˉεˉι δίφθογγον, οιον, ἀφροδίσιος, ἀφροδισία, ἀφροδίσιον. σεσημείωται τὸ ̓Αρκείσιος, Σιμοείσιος, διότι ἀνεφάνη τὸ ˉε ἐν τῷ alpha.293 ̓Αρκείσιος καὶ Σιμόεντος, καὶ ἀπερείσιος καὶ ἀπειρέσιος, ̓Αλείσιον, ονομα πεδιάδος, ἀπὸ τοῦ ἀλῶ ἀλέσω, τὸ πλανῶ. ἀνθεμοείσιος, ἀπὸ τοῦ ἀνθεμόεις. τὸ δὲ ἡμερήσιος, οἱ μὲν αλλοι διὰ τῆς ˉεˉι διφθόγγου καὶ ισως ἀπὸ τοῦ ἡμερεύω· ἡ παράδοσις διὰ τοῦ ˉη, ὡς ̓Ιθάκη ̓Ιθακήσιος. ̓Αρτίφρων. ὁ ὑγιὴς καὶ αρτιος τὰς φρένας. ̓Αρτιεπήσ. ἀπηρτισμένος ἐν τῷ λέγειν. ̓Αρτίστομοσ. σαφὴς καὶ ὁ ἡδὺ φθεγγόμενος. ουτως ∆ιονύσιος· ὁ δὲ ην κάτοινος ηδη καὶ οὐκ ἀρτίστομος ετι. ̓Αρτίτομοσ. ὁ νεωστὶ τεμνόμενος. ἀρτιτόμος δὲ ὁ νεωστὶ τέμνων. ̓Αρτιδαεῖ. ἀρτιμαθεῖ. δαίω γὰρ τὸ μανθάνω. Αρτιοσ. ὁ ὁλόκληρος. ̓Αρτήρ. γένος ὑποδήματος. ̓Αρτίπουσ. ὁ ὑγιὴς καὶ αρτιος τοὺς πόδας. Αρτοσ. παρὰ τὸ αιρειν, ο ἐστι καθ' ἑκάστην προσφέρειν. Αῤῥυθμοσ. ἀδιατύπωτος, ἀκανόνιστος. ῥυθμὸς γὰρ ὁ τύπος. alpha.294 ̓Αρύβαλλοσ. πλεκτόν τι βαλάντιον. η μαρσίπιον. παρὰ τὸ ἀρύειν καὶ βάλλειν. ̓Αρύστιχοσ. σκευάριόν τι. ̓Αρχαιότυποσ. παλαιὸς νόμος. ̓Αρχέπλουτον. αρχοντα πλούτου. ̓Αρχέτυποσ. ὁ τὴν ἀρχὴν διδούς. ̓Αρχισυνάγωγοσ. ὁ ἀρχηγός. ̓Αρχίκλοποσ. ὁ ἀρχαῖος κλέπτης. ̓Αρχιμάγειροσ. εφορος τῆς βασιλικῆς τραπέζης. ̓Αρχηγέτησ. ὁ αρχων. ἀρχιγέτης δὲ ὁ αρχων τοῦ Γετῶν εθνους, ι. ̓Αρχόσ. ὁ ἡγεμών. σημαίνει δὲ καὶ τὸ εντερον τὸ προσκείμενον τῷ καλουμένῳ δακτύλῳ, πέρας ον τῶν ἐντέρων πάντων· ειρηται δὲ παρὰ τὸ αρχειν τῶν ἐντέρων κάτωθεν. ̓Αρωγόσ. βοηθὸς, λυτρωτής. ̓Αῤῥίχουσ. κοφίνους. ἀπὸ τοῦ αιρειν τὸν χοῦν. ̓Αρέτασ. κύριον. ος ην πενθερὸς ̔Ηρώδου. ὁ ἐθνάρχης ̓Αρέτα τοῦ βασιλέως. ̓Αριμαθαῖοσ. ἑρμηνεύεται αιρων. ̓Αρίζηλοσ. πολυτίμητος. alpha.295 (Θηλυκόν.) ̓Αρόσιμοσ. ἠροτριασμένος τόπος. καὶ ἀρόσιμος γῆ. ̓Αρά. ἡ κατάρα. λέγεται καὶ ἡ εὐχή. παρὰ τὸ αιρειν τὰς χεῖρας εὐχομένους. η παρὰ τὸ ἀρύειν, τὸ ἐπικαλεῖσθαι, ἀρά. η ἀπὸ τοῦ Αρεως βλαπτικοῦ οντος. ̓Αραιήν. ἀσθενῆ, ἀδύνατον. ἀραιὴν χεῖρα. παρὰ τὸ ῥαίω τὸ φθείρω. καὶ μετὰ τοῦ ἐπιτατικοῦ ˉα ἁραιή. οθεν καὶ δασύνεται. ἀπὸ ουν τοῦ ῥαίω γίνεται ῥαιὸς, καὶ πλεονασμῷ τοῦ ˉα ἁραιὸς καὶ ἁραιὴ, μετελθούσης τῆς δασείας τοῦ ˉρ εἰς τὸ ˉα. ὡς καὶ ἐπὶ τοῦ ῥέζω, ερδω. ̓Αράχνη. τὸ υφασμα. ̓Αραχωσία. χώρα. Αρβηλα. ονομα τόπου. καὶ ἀραβήλοις ̓Αθηναίοις. alpha.296 ̔Αρβύλη. ειδος ὑποδήματος. παρὰ τὸ ἁρμόζεσθαι τοῖς ποσὶν, ἁρμύλη καὶ ἁρβύλη. ̓Αργεννῇσι. λευκαῖς. Αργαλα. οικημα