τὴν γῆν αὐτῶν ἐκ τῶν χειρῶν μου, ὅτι ·ύσεται κύριος τὴν Ἱε ρουσαλὴμ ἐκ τῆς χειρός μου; Κατὰ δὲ τοὺς χρησμούς, οὓς ἐδέ ξατο ὁ Ἀσσύριος παρὰ τῶν μάντεων, τοιαύτας ἐφθέγξατο φωνάς, καὶ κατὰ τῶν ἐθνῶν καὶ κατὰ τῆς Ἱερουσαλήμ· καὶ τοῦ θεοῦ συγχωρήσαντος ἐπέτυχεν ὁ Ἀσσύριος τῶν χρησμῶν κατὰ τῶν ἐθνῶν, κατὰ δὲ τῆς Ἱερουσαλὴμ ἀπέτυχε τῶν χρησμῶν τοῦ θεοῦ μὴ συγχωρήσαντος. Πῶς οὖν ἀπέτυχον τῆς μαν τείας οἱ ἑπτὰ ἐπὶ Θήβαις τοῦ ἄρδην ἀπολέσαι τὴν πόλιν; Ἡ γὰρ ἀποτυχία τῆς μαντείας ἔλεγχος γίνεται τῆς ἀσθενείας τοῦ θεοῦ, τοῦ διὰ τῆς μαντείας προμηνύσαντος τὰ ἀνέκβατα. Καὶ εἰ κατὰ τὴν ἀψευδῆ τοῦ σωτῆρος φωνὴν χωρὶς θεοῦ στρου θίον οὐ πεσεῖται ἐπὶ τῆς γῆς, πολὺ μᾶλλον ἔθνος ὅλον ἢ πόλις ὅλη οὐκ ἂν ἀπόλοιτο μὴ τοῦ θεοῦ συγχωρήσαντος. Ὅτι δὲ πᾶν ἔθνος ἑλληνικὸν ὑπὸ ἔθνους ἑλληνικοῦ ἀπολλύμενον ὑπὸ ·άβδου καὶ πρίονος τῆς ὀργῆς τοῦ θεοῦ ἀπόλλυται, φανερὸν καθέστη κεν ἐκ τῶν περὶ τοῦ Ἀσσυρίου εἰρημένων. Ἔτι δὲ εἰ τὰ παρὰ τῶν Ἑλλήνων περὶ τοῦ μάντεως Τειρεσίου εἰρημένα παντάπασίν ἐστι καταγέλαστα, πῶς ἐνδέχεται τὰ δι' αὐτοῦ λεχθέντα εἶναι ἀληθῆ; Φασὶ γὰρ περὶ αὐτοῦ ἄνδρα καὶ γυναῖκα γεγονέναι αὐ τόν, καὶ ἀμφοτέρων ἔχειν τὰς πλάσεις, καί, πολλὰς μάχας τῶν θεῶν διαλύσαντος, διὰ ταύτην τὴν αἰτίαν ἡ μὲν Ἥρα χολωθεῖσα αὐτῷ ἐπήρωσεν αὐτόν, ὁ δὲ Ζεὺς εἰς παραμυθίαν τῆς πηρώσεως αὐτοῦ ἐχαρίσατο αὐτῷ τὴν μαντικήν. Ἀλλ' εἰ ἀλλότρια πίστεως ὑπάρχει τὰ περὶ αὐτοῦ μυθευόμενα, πῶς ἐνδέχεται ἀληθῆ εἶναι τὰ ὑπ' αὐτοῦ μυθευόμενα; Ἔτι δὲ εἰ, καθώς φασιν Ἕλληνες, τὰ ὑπὸ τῶν Μοιρῶν ἐπικλωθόμενα ἀδύνατόν ἐστιν ἀνακλωθῆναι, πῶς οὐκ εἰσὶν ἀνωφελεῖς αἱ μαν τεῖαι τοῖς αὐταῖς χρωμένοις, τῶν Μοιρῶν ἐπὶ τὸ ἀναπόδραστον τέλος ἀναγκαίως ἀγουσῶν τὰ ὑπ' αὐτῶν ἐπικλωθόμενα; Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, πῶς οὐκ εἰσὶ ψευδεῖς αἵ τε Μοῖραι καὶ αἱ μαντεῖαι, ὑπ' ἀλλήλων ἀναιρούμεναι; Πῶς δὲ οὐκ ἔστιν ὁ Μενοικεὺς μάτην κατασφάξας ἑαυτὸν κατὰ τὸ δοκοῦν τῇ μαν τείᾳ, τῆς αἰτίας τοῦ ἀναιρεῖσθαι μὲν τοὺς πολεμίους, σώζεσθαι δὲ τὴν πόλιν, μὴ ἐκ τοῦ δαίμονος τοῦ διὰ μάντεως χρηματί σαντος ὑπαρχούσης, ἀλλ' ἐκ τῆς τοῦ δεσπότου τοῦ ἀληθινοῦ θεοῦ συγχωρήσεως;