ἀμφοτέρωθεν ἰσχύει τοῖς ἐκεῖθεν λαβοῦσιν ἡ δωρεά. ἦν μὲν γὰρ τῶν τῆς γαμετῆς τοῦ Νικολάου θυγατέρων κατὰ πατρῳαν ἢ μητρῷαν ἴσως κληροδοσίαν τὸ κτῆμα, ἀλλ' ἀντιδόσεως αὐταῖς παρὰ τοῦ πατρωοῦ γενομένης λαμπροτέρας καὶ μείζονος, μέρος τῆς τοῦ ἀνταλλάξαντος ὑπάρξεως γέγονε· παντὸς δὲ αὐτῷ τοῦ βίου ἀφαιρεθέντος εἰς τὸν δημόσιον, καὶ τὸ μέρος προσαφῃρέθη καὶ τοῖς βασιλικοῖς δικαίοις τὰ εἰρημένα δύο ταῦτα ὑποπέπτωκε κτήματα. ἀλλὰ τί τῷ πρωτοασηκρῆτις ταῦτα; οὐ γὰρ ἐρευνᾶν δεῖ τινα ὁπόθεν ὁ βασιλεὺς ἔσχηκεν, ἀλλὰ λαμβάνοντα προσκυνεῖν. πλὴν εἰ καὶ γέρας ὥσπερ τοῖς βασιλεῦσιν ἐξαίρετον, τὸ παρὰ πάντων ἐστὶ συγκεχωρηκὸς ἐν ἅπασιν, ἀλλ' οὐδὲν ἔλαττον ἡμεῖς τούτοις ἀντιδιδόαμεν τὴν ἐν νόμῳ τούτην διοίκησιν καὶ ὃ δέον πραχθῆναι τῶν πράξεων προεισφέρομεν. Οὐδένα τοίνυν ὁ πρωτοασηκρῆτις τῶν περιέργων φοβήσεται τοῦ κτήματος εἵνεκα τοῦ κατὰ τὸ Φλώριον, οὐ τῶν ἀπὸ τοῦ μέρους τοῦ Νικολάου, οὐ τῶν ἀπὸ τῆς γυναικὸς αὐτοῦ θυγατέρων· τῷ μὲν γὰρ ἡ δήμευσις ἀντικείσεται, ταῖς δὲ ἡ μείζων ἀντίδοσις, ἀμφοῖν δ' ἐπίσης ὁ ἡμέτερος ὅρος· κέκλεισται γὰρ ἑκατέροις οὐ θύρα μόνον δικαστηρίου, ἀλλὰ καὶ πρωτολογίας εἰσαγωγή. καὶ τὸ τῆς γνώμης περίεργον ἐν ἄλλοις ἴσως τὰς πράξεις καινοτομοῦν, τά γέ τοι παρὰ βασιλέως ταττόμενα καὶ τυπούμενα οὐδαμῶς μωμῆσαι δυνήσεται /αλλ' οὐδὲ ῥητορεύουσα γλῶττα καὶ πάντα ἰσχύουσα τῇ πειθοῖ, καὶ τῶν νόμων τοὺς μὲν συγχέουσα, τοὺς δὲ παρατρέπουσα, βασιλιγῆς ἄν ποτε κρατήσῃ δυνάμεως, οὐδὲν ἔλαττον ἢ ῥεύματος παρασύροντος καὶ πυρὸς παφλάζοντος καὶ ποταμοῦ κατακλύζοντος. ἐνταῦθά γέ τοι καὶ τὸ δάκρυον πάθος κινοῦν, ὀλολυγή τε καὶ οἰμωγὴ καὶ ὅσα χαυνοῦν δικαστὴν δύναται καὶ μὴν καὶ θέλγητρον γλώττης καὶ φωνὴ γοητεύουσα καὶ τἆλλα ἐλήλεγκταί τε καὶ ἀπελήλαται. Ἕξει τοίνυν οὗτος τῶν δωρηθέντων αὐτῷ κτημάτων τὴν κυριότητα, ὥσπερ ἐν μυστηρίῳ τῷ βίῳ σιγῶντων ἁπάντων· ὁ γὰρ χρυσόβουλλος λόγος ἡμῶν, ὥσπερ ᾠδή τις ἢ ὕμνος τοῖς μύσταις ὑπαναγινωσκόμενος, σιγᾶν αὐτοὺς προκελεύεται. αὐτό γέ τοι καὶ προλαβόντες παρεγγυώμεθα τοῦ μηδένα τῶν ἀπάντων, μὴ δικῶν νομοθέτην, μὴ δικαστήν, μὴ τὸ δημευθὲν μέρος, μὴ τὸ πρὸ τῆς δημεύσεως ἀντιλαβὸν τοῦ κτήματος ἕτερα, μηδ' ἄλλον τινά, ὄχλον τῷ πρωτοασηκρῆτις καὶ πράγματα παρασχεῖν ἐφ' οἷς παρὰ τῆς βασιλείας μου δωρεὰν εἴληφεν. ἐξέσται δὲ αὐτῷ ὡς ἂν βούλοιτο τὰ περὶ τῶν κτημάτων οἰκονομεῖν, ἐκποιεῖν, κατὰ πάντα τρόπον δωρεῖσθαι, κληροδοτεῖν, ἀνταλλάτειν, πιπράσκειν, τἆλλα ποιεῖν ὁπόσα καὶ νόμος καὶ ἔθος τοῖς ἀπεριγράφοις τῷ χρόνῳ δεσπόταις διδόασιν. ὥσπερ δὲ λαβὼν οὗτος παρὰ τοῦ κράτους ἡμῶν τῶν κτημάτων τὴν δωρεὰν καὶ τὸ ἡμέτερον προσείληφε δίκαιον, οὕτω δὴ καὶ ὁ πρὸς αὐτοῦ ταῦτα λαμβάνων τὴν αὐτὴν ἐπισπάσεται δύναμιν, καὶ ῥυήσεται ὥσπερ ἀπὸ πηγῆς τῆς ἡμετέρας καὶ πρώτης χάριτος ἐπὶ πάσας διαδοχὰς ὁ αὐτὸς τῆς ἰσχύος λόγος, ἀντιπλεκόμενός τε καὶ συμπλεκόμενος ὥσπερ εὐπλόκῳ καὶ ἀδαμαντίνῳ σειρᾷ. 8 αξτῃμ 5 Χρυσόβουλλον τοῦ αὐτοῦ σταλὲν πρὸς τόν Ῥόμπερτον παρὰ τοῦ βασιλέως κυροῦ Μιχαὴλ τοῦ ∆ούκα. Χρυσόβουλλος λόγος ἄντικρυς ὁ τοῦ εὐσεβοῦς βασιλέως λόγος ἐστίν· ἀρκεῖ γὰρ ἀντὶ χρυσῆς ὕλης ἡ καθαρὰ καὶ ἀδολωτάτη τούτου ψυχή. εἰ δὲ καὶ πρὸς ἄνδρα γενναιότατόν τε καὶ εὐγενέστατον καὶ τὰ μὲν πολέμια δοκιμώτατον, τὴν δὲ διάνοιαν συνετώτατον, τὴν δὲ γνώμην εἰρηνικώτατον, τὴν δὲ ἀρχὴν εὐδαίμονά τε καὶ ὀλβιώτατον ὁ λόγος γίγνοιτο, πῶς οὐχὶ οὗτος στερέμνιος τὸν ἅπαντα χρόνον εἴη καὶ ἐν τῷ παγίῳ καθεστήκοι τῆς ἀκριβοῦς βεβαιώσεως; εἰ δὲ πρὸς τῷ βασιλικῷ καὶ συντετηρημένῳ λόγῳ καὶ ὅρκος ἐπενεχθείη ἀληθέστατός τε καὶ φρικωδέστατος, τὰ συμπεφωνημένα ἑκατέροις τοῖς μέρεσι βεβαιῶν καὶ οἷον ἀρραγεστάτην ἐμποιῶν