διδύμων οὐσίαν. Ἑρμαφροδίτων ἀγχίθυρος ἡ φύσις. 10 Στίχοι εἰς τὸ «ζύμη ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία» Γυνή, ζύμη, βέλτιστε, καὶ σάτα τρία ἔχουσιν ἐξήγησιν ἐξῃρημένην ἀλληγοροῦσαν τοὺς προκειμένους λόγους γυνὴ μέν ἐστι προσφυῶς ἐκκλησία· ζύμη δὲ θεῖος καὶ θεόγραφος λόγος· ἄλευρον ἡ φέρουσα τοῦτον καρδία· ψυχῆς δὲ τριμέρεια τὰ τρία σάτα, θυμός, λόγος πόθος τε, κρειττόνων ἔρως, ἐν οἷς ὁ θεῖος συμφυραθείς πως λόγος ὅλην συνεζύμωσε τὴν ψυχῆς φύσιν. Τὸ γοῦν σάτον πέφυκε χοίνικες δύο, Ἑβραϊκὸν σήμαντρον, οἰκεῖον μέτρον. 11 Τοῦ Ψελλοῦ στίχοι περὶ σεληνιασμοῦ Σεληνιασμὸς φυσικόν τι τυγχάνει πάθημα βλάπτον τὴν φύσιν τῶν σωμάτων· οὐχ ὡς λέγουσι δαίμονος κακουργίᾳ, οὐδ' ἡ σελήνη τὴν κάκωσιν εἰσφέρει. αὔξουσα δ' αὕτη καὶ πάλιν μειουμένη τὸν ἀέρα πέφυκε ποικίλως τρέπειν· ὅσοι δ' ἔχουσι τοὺς χυμοὺς τοὺς ἐμφύτους ἐν ταῖς τροφαῖς πάσχοντας εὐστρόφῳ φύσει, πάσχουσιν οὗτοι τῆς σελήνης τὴν φύσιν καὶ τὴν πάθην λέγουσι φυσικοὶ λόγοι σεληνιασμόν, οἷα δὴ τῆς φωσφόρου σαφῶς τρεπούσης εὐπαθῶς τὸν ἀέρα. ὃν εἰσπνέοντες τῶν ῥινῶν τῇ συρμάδι, ὅσοι μὲν εὖ ἔχουσι τοῦ συγκειμένου οὐκ ἐμπαθῶς φέρουσι τοῦτον ἐν ζάλῃ· ὅσοι δ' ἑτοιμότρεπτον ἴσχουσι φύσιν, τούτοις ἑτοιμότρωτός ἐστιν ἡ πάθη. 12 Τοῦ κῦρ Μιχαὴλ τοῦ Ψελλοῦ πρὸς τὸν βασιλέα κῦρ Μιχαὴλ τὸν ∆οῦκα ∆ισεξαδέλφου παῖδα σῆς οὐ πρὸς γάμον λάβῃς ἐρωτῶν ἄνδρα τηροῦντα νόμους· φθεῖραι δὲ ταύτην ἀνερωτήτως φθάσας ἔχεις ἀδιάσπαστον, ἴσθι, τὸν γάμον. πλὴν κανονικοῖς ἀφορισμοῖς στερκτέον, ἑκάτεροι κρέατος ἐγκρατευμένοι, οἴνου πόματος ἡμέραις σταυρωσίμοις. 13 Τοῦ αὐτοῦ στίχοι ὅτι ἀναλογεῖ ὁ νοῦς μὲν τῷ ἡλίῳ, ἡ ψυχὴ τῇ σελήνῃ καὶ ἡ σὰρξ τῇ γῇ· ἐξ ὧν δή, νοός, ψυχῆς καὶ σαρκός, συνιστάμενος ὁ ἄνθρωπος σῴζει τύπον τοῦ σύμπαντος. Τῶν πρωτοτύπων οὐρανοῦ κινημάτων καὶ τῶν ἐν αὐτῷ προσφυῶν παθημάτων εὕροις παρ' ἡμῖν εἰκόνας κεκρυμμένας. Ὁ νοῦς γὰρ ἡμῖν οἷα λαμπρὸς φωσφόρος τὸν ἥλιόν πως εἰκονίζει πανσόφως, τῆς δ' αὖ σελήνης ἐστὶν ἡ ψυχὴ τύπος. ὁ μὲν γάρ, ὡς κάλλιστος, ὡς φωστὴρ μέγας, ὅλος διαυγής ἐστιν, ἀστραπηβόλος, ψυχὴ δέ, προσπεσοῦσα σώματος φύσει, ἐξ ἡμισείας ὥσπερ αὐγάζει μόνον· τὸ μὲν γὰρ εἰς νοῦν προσφυῶς ἀνηγμένον φωτὸς μετέσχεν ὥσπερ ἐκ πρώτου φάους, τὸ δ' αὖ γε πρὸς αἴσθησιν ἐμπεσὸν κάτω καὶ φωτὸς ἠμοίρησε καὶ σκότους γέμει. ὁ μὲν γὰρ ἀκρότησι τῶν ἄνω λόγων βρύει διαυγεῖ γνωστικῶς λαμπηδόνι· ἡ δέ, πρὸς αὐτῇ τῇ σκιᾷ καθημένη, ἐκεῖθεν ἠμαύρωσεν αὐτῆς τὴν φύσιν, καί πως σκοτώδης, ἀχλύος πεπλησμένη, ὑποδραμοῦσα τὸν νοητὸν φωσφόρον συνέσχεν αὐτοῦ τὰς διαυγεῖς λαμπάδας. Κἀκεῖ μέν