15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
Ἀττικὴ ἡ σύνταξις, ὡς εἴ τις εἴποι «καὶ ἐφώτιζέ με τὰ μέσα διψῶντα», ἀλλ' ἐπὶ προσώπου νοητέον ὃ δὴ τέως παρῆκεν ἄρρητον. ἐφ' ἑκάσταις γὰρ ταῖς νοήσεσι δυνάμεις ἐφεστήκασι μυσταγωγοῦσαι τὸν θεωρὸν καὶ τὸ νοητὸν πλάτος διοίγουσαι. ἐφώτιζεν οὖν με διψῶντα, τουτέστιν ἀπλήστως ἔχοντα τῶν θεωριῶν ἐκάθαιρεν ἡ ἐφισταμένη τούτοις δύναμις, καὶ οἷον ἐνεπίμπλα, καὶ τὴν ἀχλὺν ἀποδιώκουσα τῆς ψυχῆς φαεσφόρους μοι τὰς πρὸς τὰ νοητὰ εἰργάζετο ἐμβολάς. ἐγὼ γοῦν ἀκορέστως διψῶν καὶ περὶ τῶν ὑψηλοτέρων ἱμειρόμην μαθεῖν· διψῶντι γὰρ ἀτεχνῶς ἐῴκειν. «καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις»· ὁ μὲν γὰρ πόθος πολύς, τὸ δὲ μέτρον τῆς μέσης ἀρετῆς πρὸς τὴν μέσην γνῶσιν ἀνθεῖλκέ με, καὶ πάλιν ἦν ἐν ἐκείνοις.
«Τί μὲν» οὖν «ἦν» φησί «πρὸ τῆς ὁρατῆς αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐ γὰρ ἠφίετο ὁ ἄρχων». ἐπειδὴ γάρ, φησί, τὴν μέσην διερχό μενος ἀρετὴν ἐν μέσοις γέγονα, οὐκ αὐτὸς καθαρῶς ἑώρων τὸν θεόν, ἀλλ' ἐν συμβόλοις τισὶ καὶ ἰνδάλμασι· ποτὲ γάρ μοι ἡλιῶσα ὄψις ἐφαίνετο καὶ αὖθις ἀέριος καὶ πάλιν αἰθέριος, καὶ νῦν μὲν ἠλεκτρώδης καὶ ἐπὶ φλογίνου ὀχήματος, νῦν δὲ ὡς εἶδος τοῦ βεζέκ, τουτέστι τῆς ἀστραπῆς, καὶ νῦν μὲν γὲλ ἐῴκει, τουτέστι τροχῷ, νῦν δὲ δὶς τοῦτο, ἤτοι κύκλοις ἐπιπεπλεγμένοις. τὰ μὲν οὖν ὁρώμενα τοιαῦτα ἦν ὡς εἰκός· ἐμοῦ δὲ ζητοῦντος αὐτὸν τὸν θεὸν ὅστις ἐστὶν ἰδεῖν ἔξω τῆς ὁρωμένης ταύτης μορφῆς τυγχάνοντα, διδάσκειν ὁ ἐφεστηκὼς οὐκ ἠδύνατο, οὐχ ὅτι μὴ δύναμις ἦν αὐτῷ δεῖξαί μοι τὸ ζητούμενον, ἀλλ' ὅτι καταμετρήσας τὴν θεωρίαν πρὸς τὴν ἐμὴν τῶν ἀρετῶν δύναμιν διὰ τῆς ἑαυτοῦ ἀδυναμίας τὴν ἐμὴν ἔλλειψιν ὑπῃνίττετο. «οὐ γὰρ ἠφίετο ὁ ἄρχων». ὁ γὰρ ἐφεστηκώς, φησί, καὶ διασαφῶν μοι τὴν ὅρασιν ταῖς ἐμαῖς ἐλλείψεσιν ὥσπερ ἐμποδιζό μενος οὐκ ἠφίετο ἔξω συμβόλων μοι ὑποδεικνύειν τὰ νοητά. «Πῶς δέ» φησί «νῦν πέλει ἠρώτων· ἐν τοῖς ἰδίοις, ἔλεγεν, ἀλλ' οὐκ ἐν τούτοις». ἀπεγνωκώς, φησί, τῆς ὑψηλοτέρας θέας, τοιοῦτον τῷ ἐφεστῶτι προσῆγον ἐρώτημα· πῶς ὁ ἀσώματος καὶ ἀναφὴς καὶ ἀθέατος ἠλέκτρινός μοι νῦν καὶ ἡλιώδης ὁρᾶται, καὶ νῦν μὲν ἑστηκώς, νῦν δὲ καθήμενος καὶ ἐπ' ὀχήματος ἵππους ἡνιοχῶν; ὁ δέ φησιν, «ἐν τοῖς ἰδίοις, ἀλλ' οὐκ ἐν τούτοις», τουτέστι πρὸς τὴν σὴν δύναμιν ταῦτα διατυποῦται τὰ σύμβολα, καὶ πρὸς τὸ σὸν μέτρον καὶ ὁ τροχὸς πέπλασται καὶ ὁ διαφανὴς ἤλεκτρος καὶ τἆλλα δὴ τὰ σωματικά. ἐκεῖνος δὲ «ἐν τοῖς ἰδίοις, ἀλλ' οὐκ ἐν τούτοις»· ὥσπερ γὰρ «οὐκ ἐν χειροποιήτοις κατοικεῖ» κύριος, οὕτως οὐδὲ ἐν διατυπώ σεσί τισι καὶ πλάσμασι. προβέβληνται δὲ ταῦτα ἀποτειχίζοντα τὴν ἐκκεκιβδηλευμένην ψυχὴν καί, ἵνα τὸ μετριώτερον εἴπω, τὴν μὴ δυναμένην καθαρῶς ἐνατενίσαι πρὸς τὴν ἀλήθειαν, ἀλλ' ἔτι τοῦ «ἐσόπτρου» ἐχομένην καὶ τοῦ «αἰνίγματος». Εἶτα καὶ δεύτερον ἐπῆγον ἐρώτημα· «τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα ἐπὶ τοῦ αἰτίου;» ὁ δὲ «ἔφη ἀδύνατον ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα». ἐπειδὴ γὰρ τὸ ὁρώμενόν μοι ἐν δεξιᾷ κατεφαίνετο, νῦν μὲν ἑστηκός, νῦν δὲ καθήμενον, περὶ αὐτοῦ τούτου διεπυνθανόμην πῶς δὴ ὁ πάντων αἴτιος θεὸς καὶ τῶν ὅλων ἀσχέτως ἐπιδεδραγμένος, καὶ ἐν τῷ παντὶ ὢν καὶ ὑπὲρ τὸ πᾶν, μᾶλλον δὲ καὶ ὑπὲρ τοῦτο, ὥσπερ ἔν τινι κόσμου μέρει χωρούμενος ἐν δεξιᾷ μοι φαίνεται, νῦν μὲν ἐπὶ γόνυ καθήμενος, νῦν δὲ ἱστά μενος ἀκλινῶς. ὁ δὲ ἀδύνατον ἔφη ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα· ἐπειδὴ γὰρ οὐκ αὐτόθεν ἐχώρησας τὴν τῆς καθέδρας δύναμιν καὶ τῆς στάσεως οὐδὲ νοεραῖς ἀντιβλέψεσι τὴν διαφορὰν τούτων ἔσχηκας, πῶς ἂν ἐξ ἀκοῆς διδαχθήσῃ τὰ μηδὲ γυμνῷ τῷ νῷ χωρητά; «Πρὸς ὃ δέ μοι ὁ πόθος εἷλκε τῷ καιρῷ ἐκείνῳ ἠρώτων· οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν δι' ἔλλειψιν πυρὸς ἀφθαρσίας». ἐν ᾧ γάρ, φησί, διελεγόμην πρὸς τὴν ἐφεστηκυῖαν δύναμιν, ἐπειδὴ ταῖς ἐμοὶ συμμέτροις κατελαμπόμην αὐγαῖς, πάλιν ἐγλιχόμην ἰδεῖν καὶ