71
οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων εὐθὺς ἐπήγαγεν· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. φησὶν οὖν, ὅτι θεϊκῇ δυνάμει τὴν νοητὴν ἔπαυσε θάλασσαν, τουτέστιν· τὴν ἁμαρτίαν ἐξηφάνισε διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. τὸν δὲ διάβολον ὑπέστρωσε δεδωκὼς ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐ τῇ παναλκεῖ δυνάμει χρησάμενος οὐδὲ τῇ κατεξουσίᾳ τοῦτο διαπραξάμενος ὡς θεός, ἀλλ' ἐπιστήμῃ καὶ σοφίᾳ διὰ ταπεινοφροσύνης, διὰ ἀνεξικακίας, ἄνθρωπος γεγονὼς ὁ τῶν ἀνθρώπων δημιουργὸς καὶ ταπεινώσας ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 26, 13 κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν. ὥσπερ ἀμέλει τὸν δορυφορούμενον ὑπὸ τῶν ἀγγέλων αἱ ἄνω δυνά 224 μεις θεώμεναι πρὸς τὸν οἰκεῖον ἀναφοιτῶντα πατέρα μετὰ τῆς ἰδίας σαρκὸς μετὰ δέους καὶ θαύματος ἔλεγον· τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα καὶ ἀντιφθόγγως τῶν δορυφορούντων λεγόντων ἤκουον· κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. 26, 13 προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. σύμφωνα τούτοις ὁ ἀπόστολος ἔφησεν εἰρηκώς· ὃν ὁ κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. εἰ δὲ καὶ εἰς αὐτὸν ἐκλάβοις τὸν διάβολον διὰ τὸ μέλλειν αὐτὸν εἰς αἰώνιον σκότος παραπέμπεσθαι καὶ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦτὸ γὰρ τοῦ ἀποστόλου περὶ τοῦ ἀντιχρίστου λέγεται, οὐκ ἀπὸ σκοποῦ εἴρηται. 26, 14 ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου αὐτοῦ ἀκουσόμεθα ἐν αὐτῷ. ταῦτα, φησίν, ἐκ πολλῶν ὀλίγα εἴπαμεν μέρος τι μικρὸν ἐξηγησάμενοι τῆς δυνάμεως καὶ σοφίας τοῦ θεοῦ, καθ' ἣν ἐφοδεύων καὶ περιπολῶν τόνδε τὸν κόσμον διέπει, καὶ μικράν τινα ἰκμάδα τοῦ λόγου αὐτοῦ ἀκηκόαμεν· ὅλον γὰρ τὸ χύμα τῆς αὐτοῦ σοφίας γεννητὴν φύσιν παραδέξασθαι ἀμήχανον. 26, 14 σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει; τίς δὲ ἱκανὸς ἐξηγητὴς τὸν διὰ ἀέρος καὶ βροντῆς κτύπον φερόμενον εἰπεῖν, κατὰ ποίους λόγους ἢ ποίας αἰτίας γίνεται; 225 27, 1 ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ. τῶν τριῶν φίλων πρὸς τὰ εἰρημένα τὴν ἡσυχίαν ἀγαγόντων αὖθις τοῖς προτέροις ἐπισυνάπτων τὰ ἐφεξῆς ὁ μακάριος Ἰὼβ ἐπιφέρει. προοίμιον δὲ ὡς πρὸς τὰ ἐφεξῆς τὰ πρότερον εἰρημένα εἶπεν. ὁ δὲ Ἀκύλας οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ _ ̓_Ι_ὼ_β_ _π_ρ_ο_σ_έ_θ_η_κ_ε_ν_ _ἆ_ρ_α_ι_ _τ_ὴ_ν_ _π_α_ραβολὴν αὐτοῦ καὶ εἶπεν. παραβολὴ δὲ εἴρηται παρὰ τῇ γραφῇ οὐ μόνον ὁ καθ' ὁμοίωσιν εἰσαγόμενος λόγος, ἀλλὰ καὶ ἅπας λόγος σοφός. καὶ ὁ Βαλαὰμ γὰρ ἀναλαμβάνων τὴν παραβολὴν ἔλεγεν, καὶ ∆αυίδ· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, οὐχ ὁμοιώματα διεξιόντες, ἀλλὰ λόγους σοφούς. 27, 25 ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν. ἢ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν, μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω. τὸ ἕως ἂν ἀποθάνω κατὰ κοινοῦ εἴρηται, ὁ δὲ νοῦς οὗτος· μὰ τὸν ζῶντα κύριον καὶ τὸν κατὰ κρίσιν οἰκείαν καὶ τοὺς ἀνεφίκτους ἑαυτοῦ λόγους τοῖς τοσούτοις με κακοῖς περιβεβληκότα, ἕως ἀναπνέω καὶ ζῶ, κἂν τούτων πάθω δεινότερον, οὐκ ἂν ἀπηχές τι ἢ ἄνομον ἢ παλίμφημον φθεγξαίμην ἢ διανοησαίμην κατὰ θεοῦ ἀντικαθιστάμενος μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν. ἀλλὰ μηδὲ γένοιτό μοι, ἕτερα μὲν ἔχειν κατὰ διάνοιαν καὶ συνειδέναι μὲν ὡς μάτην μου καταψηφίζεσθε, δυσωπούμενον δὲ ὑμᾶς παραχαράττειν τὴν ἀλήθειαν καὶ φάσκειν, ὅτι δικαίως ταῦτα ἐννοεῖτε περὶ ἐμοῦ ἅπερ δὴ 226 λέγετε. ἐπιτήρει δέ, ὡς περὶ ἑνὸς θεοῦ διαλεγόμενος τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος ἐμνημόνευσε. πρῶτον μὲν γὰρ εἶπε ζῇ κύριος τὸν μονογενῆ λέγων· εἷς γὰρ κύριος, μία πίστις. εἶτα ἐπήγαγεν ὁ παντοκράτωρ τὸν τοῦ μονογενοῦς πατέρα παραδηλῶν. εἶτα ἐφεξῆς τοῦ ἁγίου πνεύματος ἐμνημόνευσεν, ὃ ἀναπνέουσι μᾶλλον οἱ ἅγιοι ἢ τὸν ἀέρα. λέγει δὲ τὸ πνευματικὸν χάρισμα, ὃ ἐνεφύσησεν ἡμῖν θεὸς ἐξ ἀρχῆς ζωοπλαστήσας τὸν ἄνθρωπον καὶ ὕστερον ὁ