71
ἀγνοεῖν οἰηθῇ τὰ παρὰ τῶν ἀνθρώπων τολμώ μενα, εἰς καιρὸν ἐπήγαγεν· ιεʹ. "Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐ τῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν." Εἶπον, φησὶν, ἐπιβλέψαι τὸν τῶν ὅλων Θεὸν, οὐχ ὡς ἀγνοοῦντα καὶ μαθεῖν ἐφιέμενον, ἀλλ' ὡς κρίνοντα καὶ δικά ζοντα. Πῶς γὰρ οἷόν τε ἀγνοεῖν τῆς ψυχῆς τὰ κινή ματα τὸν ταύτην πεποιηκότα; Τὰς καρδίας γὰρ ἐπὶ τοῦ λογικοῦ τέθεικεν. ιʹ, ιζʹ. "Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὑτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὑτοῦ οὐ σωθήσεται." ∆ι' αὐτῶν μεμαθήκαμεν τῶν πραγμάτων, ὡς οὐ δεῖ θαῤῥεῖν, οὐ ῥώμῃ σώματος, οὐκ ἀνδρείᾳ ψυχῆς, οὐχ ἵππων ὀξύτητι, οὐχ ὑπηκόων πλήθει· ἐν τούτοις γὰρ ἅπασιν ὁ Σενναχηρεὶμ πλουτῶν, οὐδὲν ἐντεῦθεν ἀπώνατο, ἀλλὰ τὴν παν ωλεθρίαν ἐδέξατο· τί οὖν ποιητέον, ὑπόδειξον, ὦ προ φῆτα. ιηʹ, ιθʹ. "Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φο βουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ δια θρέψαι αὐτοὺς ἐν λιμῷ." Ἁπάντων, φησὶ, τῶν ἀγα θῶν πρόξενος ἡ εὐσέβεια· τὴν γὰρ θείαν προμή θειαν ἐφέλκεται, αὕτη δὲ καὶ θάνατον τὸν ἐπιόντα κωλύει καὶ ἔνδειαν· χαρίζεται δὲ τῶν ἀγαθῶν τὴν φοράν· εἰκὸς δὲ ἐπὶ τῆς πολιορκίας ἐκείνης, ἐν σπάνει γενέσθαι τῶν ἀναγκαίων τοὺς καθειργμέ νους, εἶτα τῷ τῶν πολεμίων ὀλέθρῳ καὶ ταύτης ἀπαλλαγῆναι τῆς συμφορᾶς. κʹ, καʹ. "Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ· ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν· καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν." Τοσούτων τοίνυν ἀγαθῶν ἀπολαύσαντες, βεβαίαν ἔχομεν εἰς τὸν Θεὸν τὴν ἐλπίδα· καὶ τὴν παρ' αὐτοῦ βοήθειαν προσμενοῦμεν ἀεί· αὐτὸς γὰρ ἡμῖν καὶ τὴν παροῦ 80.1101 σαν θυμηδίαν δεδώρηται. Εἶτα εἰρηκὼς ὅτι ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν, ἱκετεύει λαβεῖν ἰσόμετρον τῇ ἐλπίδι τὸν ἔλεον. κβʹ. "Γένοιτο (γὰρ φησὶν), Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ." Παῤῥησίας δὲ μεγίστης ὁ λόγος, καὶ τοῖς καθ' ἡμᾶς τολμηρός. Τίς γὰρ οὕτως ἤλπισεν, ὡς θαῤῥαλέως εἰπεῖν, Τῇ ἐμῇ ἐλπίδι τὸν ἔλεον μέτρησον; Τοῦτο μέντοι καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ ∆εσπότης ἐδίδαξεν· "Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν·" καὶ τὴν ἐλπίδα τοίνυν τελείαν καὶ γνησίαν κτησώ μεθα, καὶ τὸν ἄλλον βίον τῇ ἐλπίδι κατάλληλον, ἵνα ἔλεον πολὺν καρπωσώμεθα.
ΕΡΜΗΝ. ΤΟΥ ΛΓʹ ΨΑΛΜΟΥ. αʹ. "Τῷ ∆αβίδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὑτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ
ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν." Τοῦ Σαοὺλ τὴν πικρὰν γνώμην καὶ βάσκανον θεασάμενος ὁ θεῖος ∆αβὶδ, καὶ συμβούλῳ χρησάμενος τῷ θαυμασίῳ Ἰωνάθαν, ἀπέδρα, καὶ Νομβὰν τὴν πόλιν κατέλαβεν. Ἐκεῖ τοίνυν Ἀβιμέλεχ τῷ ἱερεῖ συγγενόμενος, ἔκρυψε τὴν φυγὴν, ἀπεστάλθαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως εἴς τινα χρείαν σπουδαίαν, καὶ ζητήσας ἄρτους, ἑτέρους μὲν οὐχ εὗρε, μόνους δὲ τοὺς τοῖς ἱερεῦσιν ἀπονενεμημέ νους, καὶ τούτους ἔλαβεν, δεδωκότος τοῦ ἱερέως παρὰ τὸ δόγμα τοῦ νόμου. Μόνοις γὰρ τοῖς ἱερεῦσιν ἀπονενέμητο ἡ τοιαύτη τροφή· ἀλλ' ὅμως προδι εγράφη τῆς χάριτος τὰ μυστήρια, καὶ προανεῴγει τοῖς πιστεύουσι τῆς θείας φιλοτιμίας ἡ θύρα· οὐκ ἔτι γὰρ μόνοις τοῖς ἱερεῦσιν ἀφώρισται ἡ θεία τρο φὴ, ἀλλὰ πρόκειται τοῖς βουλομένοις ἡ τῶν θείων μετάληψις. Ἔλαβε μέντοι κατ' ἐκεῖνον τὸν καιρὸν ὁ μέγας ∆αβὶδ καὶ τοῦ Γολιὰθ τὴν ῥομφαίαν, ἣν ὥσπερ ἀκροθίνιον ἐξ ἐκείνης τῆς παρατάξεως ἀν έθηκε τῷ Θεῷ· Ἀβιμέλεχ δὲ τὸν Ἀβιάθαρ προσηγόρευσε, ὡς διώνυμον. Ἐπειδὴ τοίνυν φεύγων, οὐκ ἐγνώρισε τῷ ἱερεῖ τὴν φυγὴν, ἀλλὰ βασιλικὴν ἔφη χρείαν ἐξανύειν τινὰ, ἠλλοιῶσθαι τὸ πρόσ ωπον λέγεται, ὡς μὴ τῇ συνήθει χρησάμενος ἀληθείᾳ [ἕτερον δὲ πρόσωπον ἀντὶ τοῦ εἰωθότος ἀνειληφώς]. Τινὲς δὲ τῶν συγγραφέων ἑτέραν ἔδω καν ὑπόθεσιν τῷ ψαλμῷ. Ἔφασαν γὰρ ἠλλοιωκέ ναι τὸ πρόσωπον τὸν ∆αβὶδ, ἡνίκα πρὸς τὸν Ἀγχοὺς