71
ἐπαίνων, θείως καὶ ἀθλητικῶς διηγωνισμένοι καὶ ἔτι ἐναγωνιζόμενοι. Ἐπὶ δὲ τὸν κολοφῶνα τοῦ λόγου μέτειμι. τίς οὕτω ἀκήκοε σχεδὸν παράνομα καὶ ἔκτοπα χριστιανός, ἃ ὑπὸ τῶν δυσωνύμων μοιχειανῶν γεγένηται, λεγομένων μὲν ἱεραρχῶν, ὄντων δὲ ἀνιέρων ὑπὸ πάσης ἀποστολικῆς καὶ πατρικῆς φωνῆς καὶ ἄνευ τῆς αἱρέσεως; τύπτων οὕτω τίς τέτυφεν ἀνθρώπων (οὐ λέγω χριστιανικὴ χείρ, ἀλλὰ βαρβαρική), δὶς ἑκατοντάσι πρὸς ἑξήκοντα καὶ ἓξ μαστίγων, εἶτα μετ' οὐ πολὺ δὶς δύο ἑκατοντάσι βουνεύρων ἐπὶ τὸν νῶτον, ὡς ὁ γενναῖός γε ἀρχιεπίσκοπος, μᾶλλον δὲ ἀλλοτριοεπίσκοπος Θεσσαλονίκης, καὶ οὐ τῶν ἀγελαίων τινά, ἀλλὰ μονάζοντα, καὶ τοῦτον ἡγούμενον καὶ μάλα τὸν εὐλαβέστατον, τοὔνομα Εὐθύμιον, τὸν τῆς εὐθυμίας ὄντως φερώνυμον; ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς καὶ ἔφριξα ἐγὼ ὁ τάλας, οἶμαι δὲ καὶ πᾶς τις τῶν ἀνθρώπων, τὴν φυσικὴν ἡμερότητά τε καὶ ἐλεημοσύνην ἔχων καὶ ἀκούων. ὃς εἰς τύπον Χριστοῦ ὀφείλων κεῖσθαι καὶ τυπτόμενος μὴ ἀντιτύπτειν, καὶ τῶν θηρίων ὠμότερος γέγονεν, οὔ τί που ἴχνος χριστιανικὸν φέρων, πολλοῦ γε εἰπεῖν ἱεραρχικόν. Καὶ ὑπὲρ τίνος ὁ δαρμός; ἵνα τὸν τοῦ Χριστοῦ ἀθλητὴν πείσῃ συνθέσθαι ἀναφέρειν αὐτὸν ὡς ἱεράρχην. ἀλλ' ὢ τῆς γενναιότητος καὶ κραταιότητος τοῦ μάκαρος (οὕτω γὰρ δίκαιον εἰπεῖν), ὅτι καὶ μετὰ τοσαύτας πληγὰς καὶ αἵματος ἁγίου ῥύσιν, ὡς φοινίσσεσθαι τὰ πέλματα τῶν ποδῶν τῶν ἐκεῖσε παρόντων καὶ οἱονεὶ πηλοποιεῖσθαι τὸ πορφύρεον κονίαμα εἰς οἰκοδομὴν τῆς τοῦ θεοῦ ἐκκλησίας, κείμενος ἤδη βραχὺ ἄπνους καὶ ἄφωνος καὶ ἐρωτηθεὶς παρὰ τῶν κολαστῶν μνημονεύειν τὸν τύραννον, φημί, ἀλλ' οὐκ ἀρχιεπίσκοπον, "4οὔ"5, φησὶν ὁ μακάριος, οὕτω μέχρι θανάτου σχεδὸν οὐ παρατρέψας τὸν νοῦν, οὐ παρεκκλίνας τι τῶν ὀρθοδόξως ἐγνωσμένων αὐτῷ. Μικροῦ δὴ παρέδραμέ με ἀναγκαῖόν τι, ὅτι καὶ ὁ ναὸς τοῦ θεοῦ πραιτώριον γέγονε Πιλατικόν. ἐκεῖσε γάρ, ἔφης, ἤτοι εἰς τὸν λεγόμενον τοῦ Ἀρχαγγέλου ἱερὸν δόμον, τετύφθαι τὸν μάρτυρα· ὃν οἱ μὲν ἀτίθασσοι τιμωροὶ εἴασαν ἡμιθνῆτα, τὶς δὲ χριστομίμητος λαβὼν ἐπὶ τὸν ἴδιον οἶκον καὶ ταῖς αἱμορραγίαις καὶ ξεσμοσαρκίαις προσπλάσας κώδιον ἀρνοῦ ἀρτισφαγοῦς ἐζωοπύρησε τὸν ἄνδρα, μικρὸν δὲ καὶ κατὰ βραχὺ ἀναρρώσας ἐξαπέστειλε λάθρᾳ διὰ τὴν καλοῦσαν ἐντολήν, πεφευγότος τοῦ θανέντος ἤδη καὶ παραδόξως ἐξεγερθέντος εἰς στήλην ὀρθοδοξίας καὶ θρίαμβον τῶν κακοδόξων. Τί τούτων ἀσεβέστερον; τίς δὲ παρὰ ὀρθοδόξων εἰς αἱρετικὸν τοιαῦτα πέπραχεν; ἀλλ' ἵνα φανῇ κἀντεῦθεν αὐτῶν ἡλίκη ἡ ἀσέβεια τῶν μοιχειανιζόντων καὶ τίς τίνος μαθητής, Χριστοῦ μὲν ὁ τυπτόμενος κατ' αὐτὸν καὶ φέρων, διαβόλου δὲ ὁ τύπτων οὕτω ἱεράρχης καὶ ἔνθεν ἐκφοβεῖν βουλόμενος καὶ ἐκδικῶν τὰ κατ' αὐτόν· οὗ ῥυσθείημεν τῆς μερίδος, ἀδελφέ, τοῦ δὲ πρώτου εἴημεν σὺν πᾶσιν εὐσεβέσι. καὶ ἴδε, Κύριε, Κύριε, τὴν κάκωσιν ταύτην καὶ φεῖσαι τοῦ λαοῦ σου, πρυτανεύων εἰρήνην ὀρθοδοξίας τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ· οὐδὲν γὰρ ἡμῖν λέγειν ἄλλο πρὸς τὰ παρόντα, μετὰ τοῦ καὶ πάντα φέρειν ῥᾴως ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ. Σὺ δέ, ὦ τέκνον μου ἠγαπημένον, εἰ καὶ μετεφρουρήθης ἑτέρωθι, καθὰ ἐσήμανας, χαῖρε, ὅτι οἱ στέφανοί σου πλείους πλέκονται. καὶ εἰ καὶ Λεόντιος ὁ ποτὲ μαθητής, νῦν δὲ ἀρνητής, ἡγουμενεύσει τῶν ἐν οἷς εἶ κεκλεισμένος, μὴ θαυμάσῃς· καιρὸς ὁ παρὼν μακροθυμίας θεοῦ, καὶ ὅπως οἱ δόκιμοι φανῶσι καὶ ἵνα ἄρξῃ ὁ υἱὸς Ταβεὴλ τῆς Βηθλεέμ. περὶ τοῦ ἐξαγορεύσαντος καὶ αἰτησαμένου τὸ ἐπιτίμιον, καλῶς δέδοται. σύμφημι δέ σοι εἰπόντι αὐτῷ, εἰ μὴ βούλοιτο ἐπιτιμιάζεσθαι ἐν τῷ κτένειν ἐχθρούς, μηδὲ ἀφιστάσθω τοῦ κτένειν, καὶ ἡμεῖς γε ἔξω κρίματος. εἰ δὲ ἕλοιτο ὑποπίπτειν τοῖς τῆς ἐκκλησίας κανόσιν, ἓν τοῖν δυοῖν αἱρετὸν αὐτῷ· ἢ κτένοντι ἐπιτιμᾶσθαι ἢ μὴ μένειν ἀνεπιτίμητον. καὶ οὐ διὰ τοῦτο τὸ πρῶτον διαβλητέον· ἐπαίνων γὰρ ἄξιοι, ὡς ὁ θεῖός φησι πατήρ, ἀλλὰ ληπτέον αὐτοῖς καὶ τὸ ἐπιτίμιον. ἐπεὶ καὶ πάλαι Μωσῆς ὁ θεόπτης, ὑποστρέψαντα τὸν Ἰσραὴλ ἐκ τοῦ κατὰ τῶν Μαδιανιτῶν πολέμου μετὰ νίκης, ἀφορίζει ἔξω τῆς