71
ἐποψίας πάντων προεστηκώς, ἐπέσχεν αὐτὸν ἐν τοῖς τόποις. διαφερομένων δὲ τῶν στρατηγῶν πρὸς ἀλλήλους, Κουάδης εἰς Νισίβιν 147 ἐλθὼν καὶ τὰ τῆς διχονοίας τῶν στρατηγῶν μαθὼν αὐτός τε πολὺς ὢν τῷ πλήθει καὶ πολλαχοῦ τὴν ἑαυτοῦ στρατιὰν κατακερματίζων πᾶσαν ὡς εἰπεῖν τὴν Ῥωμαϊκὴν κατέδραμε γῆν καὶ ἐδίωξε μέχρι Συριῶν αὐτῶν, πολλοὺς μεταξὺ πρὸς Ἀρεόβινδον ὑπὲρ εἰρήνης ἐκπέμψας πρέσβεις καὶ ἐπὶ χρήμασι καταλύειν τὸν πόλεμον λέγων. οὕτω τοίνυν καὶ τὰ περὶ τὴν Ἔδεσαν μάλιστα καταδραμών, καθ' ἣν ὁ Ἀρεόβινδος ἦν· πλὴν οὐ πράξας ἐκεῖ δεξιῶς, ἀλλὰ παρ' ἐλπίδας ἐλαττοῦται τῆς Ἀρεοβίνδου μάχης. γνοὺς δὲ καὶ τὸν Ἀμίδης φύλακα Γλώνην, τὸν στρατηγὸν αὐτοῦ, διαφθαρῆναι μηχανώμενον, ἐπανέρχεται κακωθεὶς διὰ ἑτέρας ὁδοῦ, καταφρονήσας τῶν ὁμήρων, οὓς δεδώκει τῷ Ἀρεοβίνδῳ κατὰ τοὺς εἰρήνης λόγους· καὶ κατέσχον παρὰ τὰς συνθήκας Ἀλύπιόν τε τὸν χρηστὸν ἐκεῖνον καὶ Βασίλειον τὸν Ἐδεσηνόν· ὥστε μετὰ τὴν ἀναχώρησιν αὐτοῦ τὴν ἐπὶ τὰ οἰκεῖα, χειμῶνος ἤδη καταλαβόντος, τοὺς μὲν στρατηγοὺς Ῥωμαίων ἐν διαφόροις τῆς Εὐφρατησίας καὶ Ὀσροηνῆς καὶ Μεσοποταμίας καὶ Σύρων καὶ Ἀρμενίων διαιρεθῆναι πολίσμασι τὸν χειμέριον αὐλισθησομένους καιρόν. Τῷ δ' αὐτῷ ἔτει ἱππικοῦ ἀγομένου, ἀταξία γέγονε τῶν δύο μερῶν, καὶ πολλοὶ ἀπέθανον ἐξ ἀμφοτέρων, ἐν οἷς καὶ ὁ υἱὸς Ἀναστασίου τοῦ βασιλέως, ὃν εἶχεν ἀπὸ παλλακῆς· καὶ σφόδρα λυπηθεὶς Ἀναστάσιος πολλοὺς ἐτιμωρήσατο καὶ ἄλλους ἐξορίαις παρέπεμψεν. Κόσμου ἔτη εϠϟηʹ. Τῆς θείας σαρκώσεως ἔτη υϟηʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιεʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιαʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. ζʹ. Τούτῳ τῷ ἔτει Κέλαρα τὸν μάγιστρον ὑπὸ τοῦ βασιλέως πεμφθέντα μετὰ τῆς σὺν αὐτῷ πλείστης δυνάμεως, καὶ τὴν ὅλην σχεδὸν 148 ἐξουσίαν παρειληφότα σὺν Ἀρεοβίνδῳ τῷ στρατηγῷ, τούτοις κατεπίστευσεν ὁ βασιλεὺς τὴν τοῦ παντὸς πολέμου διοίκησιν. Ἀππίωνα δὲ καὶ Ὑπάτιον μεταπέμπεται σπουδαίως εἰς τὸ Βυζάντιον, οὐκ ἀναγκαίους ἡγησάμενος εἶναι τῷ στρατοπέδῳ διὰ τὴν πρὸς Ἀρεόβινδον τὸν στρατηγὸν ἔχθραν, Καλλιόπιον δὲ τὸν στρατηγὸν ἐπιστήσας τῇ τοῦ δαπανήματος ἀρχῇ. τοῦ Κέλαρος τοίνυν ἄριστα τὸν πάντα πόλεμον ἅμα τῷ Ἀρεοβίνδῳ καὶ Πατρικίῳ καὶ Βωνόσῳ καὶ Τιμοστράτῳ καὶ Ῥωμανῷ καὶ τοῖς λοιποῖς κατὰ διαφόρους τόπους οἰκονομήσαντος· (ἦν γὰρ ὁ ἀνὴρ μετὰ λόγου καὶ παιδείας πάσης χάριτος πολλῆς θεοῦ πεπληρωμένος καὶ ἀνδρεῖος, Ἰλλύριος μὲν τὸ γένος, ὅθεν καὶ Ἀναστάσιος ὥρμητο·) πολλὰ μὲν τῆς Περσικῆς χώρας καὶ φρούρια * ἐπιδρομάς, τὰ μὲν πυρί, τὰ δὲ καὶ ἄλλοις καθῃρέθη τρόποις· ὥστε καὶ αὐτὴν Νισίβιν μικροῦ δεῖν ὑπὸ Ῥωμαίους γενέσθαι· ἐκράτει γὰρ καὶ λιμὸς τῶν Περσῶν τηνικαῦτα· εἶτα καὶ ἐπανάστασις αὐτοῖς ἐπισυμβέβηκεν ἐθνικὴ τῶν λεγομένων Καδουσίων καὶ ἑτέρων ἐθνῶν, καὶ οὕτως ἁπλῶς ἐπικρατοῦσι τῶν Περσικῶν πραγμάτων Ῥωμαῖοι, ὡς ἀποστεῖλαι Κουάδην Ἀσπέτιον τὸν στρατηγὸν περὶ εἰρήνης ἐσπουδασμένως διαλεχθῆναι Ῥωμαίοις, καὶ ἢ μηδὲν ἢ ὀλίγον τι κομιζόμενον ἀποδοῦναι καὶ Ἄμιδαν αὐτοῖς, οὔπω δυνηθεῖσι μετὰ μυρίων πόνων καὶ λιμὸν ἤδη πολὺν ἐπικρατήσαντα τῶν φυλάκων ἀπὸ Περσῶν αὐτὴν ἐξελέσθαι, καὶ διὰ τὴν τοῦ τόπου θέσιν καὶ τὸ τῶν τειχῶν ἀκατάλυτον. πλὴν οἱ στρατηγοὶ χειμῶνα πάλιν ὁρῶντες ἐπιόντα καὶ αἱρετώτερον εἶναι κρίναντες ὀλίγων ταλάντων ἐξωνήσασθαι τὸ Ῥωμαϊκὸν στρατόπεδον ἐκ τοῦ δυσχειμερίου τῶν τόπων, ἐν οἷς οἱ πρὸς Ἀσπέτιον ἐγίνοντο λόγοι, τρία τάλαντα παρασχόντες καὶ ἀναλαβόντες Βασίλειον τὸν Ἐδεσηνόν, ὁμηρεύοντα παρὰ Πέρσας ἔτι, (Ἀλύπιοςγὰρ ὁ χρηστὸς ἐτεθνήκει νόσῳ καμὼν παρ' ἐκείνοις,) καὶ ἀναδόντες 149 οὓς εἶχον ὁμήρους, Ἄμιδάν τε ἀπολαμβάνουσι καὶ τὰς