1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

72

καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργά σατο.» Καὶ πάλιν· «Ὁ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ ἐμπεσεῖται εἰς αὐτόν.» Oὐκοῦν ὁ φεύγων κατάραν ἕτερον μὴ καταράσθω. «Ὃ γὰρ μισεῖς σοὶ γενέσθαι, οὐδὲ ἄλλῳ ποιήσεις.» ∆ιὸ νουθετεῖτε τὰς ἀπειθεῖς, ἐπιπλήσσετε ταῖς ἀναισχύντοις, παρακαλεῖτε τὰς ὀλιγοψυχούσας, ἰσχυρο ποιεῖτε τὰς ἀσθενούσας, ἐπαινεῖτε τὰς ἐν ὁσιότητι ὁδευούσας· εὐλογείτωσαν μᾶλλον καὶ μὴ λοιδορείτωσαν, εἰρηνοποιείτω σαν καὶ μὴ πόλεμον ἐμποιείτωσαν. Μήτε οὖν ἐπίσκοπος μήτε πρεσβύτερος μήτε διάκονος μήτε ἄλλος τις ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ λοιδορίᾳ τὴν γλῶσσαν μολυνέτω, ἵνα μὴ ἀντὶ εὐλογίας κατάραν κληρονομήσῃ. Ἔστω δὲ σπουδὴ καὶ ἐπιμέλεια τῷ ἐπισκόπῳ, ὅπως μηδὲ λαϊκὸς κατάραν ἐκφέρῃ· περὶ πάντων γὰρ μέλειν αὐτῷ ὀφείλει, περὶ κληρικῶν, περὶ παρθένων, περὶ χηρῶν, περὶ λαϊκῶν. ∆ιὰ τοῦτο, ὦ ἐπίσκοπε, τοὺς συνεργούς σου τῆς ζωῆς καὶ τῆς δικαιοσύνης ἐργάτας διακόνους εὐαρέστους Θεῷ προχειρίζου, οὓς ἐκ παντὸς τοῦ λαοῦ δοκιμάζεις εἶναι ἀξίους καὶ εἰς τὰς τῆς διακονίας χρείας εὐσκύλτους. Προχεί ρισαι δὲ καὶ διάκονον πιστὴν καὶ ἁγίαν εἰς τὰς τῶν γυναικῶν ὑπηρεσίας. Ἔστι γάρ, ὁπόταν ἔν τισιν οἰκίαις ἄνδρα διάκονον γυναιξὶν οὐ δύνασαι πέμπειν διὰ τοὺς ἀπίστους· ἀποστελεῖς οὖν γυναῖκα διάκονον διὰ τὰς τῶν φαύλων διανοίας. Καὶ γὰρ εἰς πολλὰς χρείας γυναικὸς χρῄζομεν διακόνου. Καὶ πρῶτον μὲν ἐν τῷ φωτίζεσθαι γυναῖκας ὁ διάκονος χρίσει μὲν μόνον τὸ μέτωπον αὐτῶν τῷ ἁγίῳ ἐλαίῳ, καὶ μετὰ τοῦτον δὲ ἡ διάκονος ἀλείψει αὐτάς· οὐ γὰρ ἀνάγκη τὰς γυναῖκας ὑπὸ ἀνδρῶν κατοπτεύεσθαι. Ἀλλὰ μόνον ἐν τῇ χειροθεσίᾳ τὴν κεφαλὴν αὐτῆς χρίσει ὁ ἐπίσκοπος, ὃν τρόπον οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς τὸ πρότερον ἐχρίοντο· οὐχ ὅτι καὶ οἱ νῦν βαπτιζόμενοι ἱερεῖς χειροτονοῦν ται, ἀλλ' ὡς ἀπὸ τοῦ Χριστοῦ χριστιανοί, βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον, Ἐκκλησία Θεοῦ, στῦλος καὶ ἑδραίωμα τοῦ νυμφῶνος, οἵ ποτε οὐ λαός, νῦν δὲ ἠγαπημένοι καὶ ἐκλεκτοί. Σὺ οὖν, ὦ ἐπίσκοπε, ἐκείνῳ τῷ τύπῳ χρίσεις τὴν κεφαλὴν τῶν βαπτιζομένων, εἴτε ἀνδρῶν εἴτε γυναικῶν, τῷ ἁγίῳ ἐλαίῳ εἰς τύπον τοῦ πνευματικοῦ βαπτίσματος· ἔπειτα ἢ σὺ ὁ ἐπίσκοπος ἢ ὁ ὑπὸ σὲ πρεσβύτερος τὴν ἱερὰν ἐπ' αὐτοῖς εἰπὼν καὶ ἐπονομάσας ἐπίκλησιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτίσεις αὐτοὺς ἐν τῷ ὕδατι· καὶ τὸν μὲν ἄνδρα ὑποδεχέσθω ὁ διάκονος, τὴν δὲ γυναῖκα ἡ διάκονος, ὅπως σεμνοπρεπῶς ἡ μετάδοσις τῆς ἀθραύστου σφραγῖδος γένηται· καὶ μετὰ τοῦτο ὁ ἐπίσκοπος χριέτω τοὺς βαπτι