Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
αἰτήσω, οὐδ' οὐ μὴ πειράσω Κύριον.9 Τοὺς τῆς βασιλείας διέποντα θάκους ἐν τοῖς Ἱερο- σολύμοις τὸν Ἄχαζ, καὶ πολὺ λίαν ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν δαιμονίων ψευδολατρείαις, διὰ παντὸς πειρᾶται τρόπου μετακομίζειν ἐπὶ τὸ ἄμεινον, καὶ εἴς γε τὸ δεῖν τῶν τῆς ἀληθείας ἐφικέσθαι δογμάτων, καὶ ὀρθὰ φρονεῖν ἑλέσθαι περὶ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ τοῖς τῶν εἰδώλων θεραπευταῖς περὶ πολλοῦ ἐτέθειτο, καὶ ἦν ἐν σπουδῇ τὸ χρῆναι περιεργάζεσθαι τὰς τῶν πραγμάτων ἐκβάσεις, καὶ χρησμοὺς αἰτεῖν ἐξ ἱερῶν, 70.201 καὶ τοῖς τῶν ψευδομάντεων φενακίζεσθαι λόγοις, κινδύνων αὐτοῖς ἐπηρτημένων, προανακόπτει τρόπον τινὰ τοῦτο μέλλοντα ποιεῖν Ἄχαζ, καὶ πρὸς τὸ τετα- χέναι τι σημεῖον, οὐκ ἐκ τῶν συνηθῶν αὐτῶν τεμε- νῶν, οὐδ' ἐκ τῶν ψευδομάντεων ἔτι, μᾶλλον δὲ παρὰ Κυρίου τοῦ Θεοῦ. Καὶ τὸν τῆς αἰτήσεως τρόπον ταῖς αὐτοῦ ψήφοις ἀπονενέμηκεν εἰπών· "6Εἰς βάθος ἢ εἰς ὕψος,"6 τοῦτ' ἔστιν, ἢ εἰς οὐρανὸν, ἢ εἰς γῆν, καὶ τὰ ἔτι κατωτέρω. Καὶ πεπληροφόρηκεν διὰ τούτου, καὶ δίδωσι νοεῖν, ὅτι Θεὸς ὑπάρχων τῶν ὅλων καὶ Κύ- ριος, ἐπ' ἐξουσίας ἐργάζεται τὸ δοκοῦν, κἂν εἴτε τι τῶν ἐν οὐρανῷ βλέπειν βούλοιτο, κἂν εἴτε τι τῶν ἐπὶ τῆς γῆς. Παραιτεῖταί γε μὴν ὁ Ἄχαζ, οὐχ ὡς Θεὸν αἰδούμενος, περιυβρίζων δὲ μᾶλλον ὁ δείλαιος, κἂν εἰ τοῖς ἐξ εὐλαβείας ἐπισεμνύνοιτο λόγοις. Οὐ γὰρ μὴ αἰτήσω, φησὶν, οὐδ' οὐ μὴ πειράσω τὸν Κύριον. Ἐπειδὴ γὰρ Θεοῦ προστάττοντος αἰτεῖν, τὸ μὴ αἰτεῖ- σθαι θέλειν ἐναργὲς ἔχει τὸ δυσσεβὲς, ὑποπλάττεται τὸ μὴ πειρᾶσθαι θέλειν αὐτὸν, καὶ νομικὸν ὥσπερ προΐσχεται λόγον· "6Οὐ γὰρ ἐκπειράσεις Κύριον τὸν Θεόν σου."6 Καίτοι πῶς οὐχ ἁπαστισοῦν τῆς τοῦ Ἄχαζ σκαιότητος καταβοήσει λόγος; Αὐτοῦ γὰρ ἐφιέντος αἰτεῖν τοῦ Θεοῦ, πῶς οὐκ ἄμεινον τὸ ἑλέ- σθαι μᾶλλον ἐκεῖνο δρᾷν, ὃ προστέταχεν, ἢ δυστρό- πως εὑρεσιλογεῖν, καὶ πρόφασιν εὐπειθείας ποιεῖ- σθαι σαθρὰν τὸ, Οὐ μὴ πειράσω Κύριον; Ἀλλ' ἦν ὁ σκοπὸς αὐτῷ τοὺς μὲν ἄνωθεν καὶ παρὰ Θεοῦ μὴ προσίεσθαι λόγους, ψήφῳ δὲ μᾶλλον τῇ κρείττονι στεφανοῦντας τὸν χρησμολόγον, ψευδοεπείας καὶ ταῖς οἰωνῶν τάχα που περιεργάζεσθαι πτήσεσι, καὶ τὰς ἐκ τῶν δαιμονίων ἐπικουρίας αἰτεῖν. 9Καὶ εἶπεν· Ἀκούσατε δὴ, οἶκος ∆αβὶδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον.9 Ἀπειρηκότος τοῦ Ἄχαζ τοῦ σημείου τὴν αἴτησιν, οὐκ ἀνεχομένου τε τιμᾷν ἢ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων Κύριον, ὅτι μὴ εἰς ἅπαν ἀγνοηθήσεται παρὰ τοῦ Ἰσραὴλ, μήτε μὴν τὸν ἴδιον ἀπολέσει κλῆρον, ἀλλ' ἐπιγνώσονται κατὰ και- ροὺς, αὐτὸν πειρᾶται διδάσκειν. Πλὴν οὐκέτι λόγου μὲν ἀξιοῖ τὸν Ἄχαζ, ὑβριστὴν ὄντα καὶ θεομισῆ, προσπεφώνηκε δὲ μᾶλλον τῷ οἴκῳ ∆αβὶδ, τοῦτ' ἔστι, τοῖς ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς καὶ αὐτὸς γέγονε τὸ κατὰ σάρκα Χριστός. Ἀνεξικάκῳ[ς] δὲ λίαν ὡς Θεὸς ποιεῖται τὴν προαγόρευσιν. Προαιτιασάμενος γὰρ ὅτι πεποίηται παρ' οὐδὲν τὸ καὶ αὐτῷ προσκροῦσαι τῷ πάν- τα ἰσχύοντι Θεῷ, καὶ οἷον ἀγῶνας αὐτῷ καὶ καμάτους, τόγε ἧκον εἰς αὐτοὺς, σαλεύειν ἐπιχειρεῖν διά γε τοῦ μὴ θέλειν ὀρθοποδεῖν· τότε δὴ τότε τῆς καθόλου τε καὶ γενικωτάτης ἐπικουρίας ποιεῖται τὴν προανάῤῥησιν. Ὦ, τοίνυν, φησὶν, οἶκος ∆αβὶδ, εἰ τὸ ἀνθρώποις προσ- κρούειν οὐκ ἀζήμιον, τί τῷ Κυρίῳ παρέχετε ἀγῶνα, τῷ κολάζειν μὲν οὐκ ἐθέλοντι, ἰσχύοντι δὲ τοῦτο δρᾷν καὶ λίαν εὐκόλως; Ἐπειδὴ δὲ παραιτεῖσθε τοῦ σημείου τὴν αἴτησιν, αὐτόμολός εἰμι πρὸς τοῦτο, φησίν· κἂν εἰ βούλοισθε νοσεῖν, ἐπάγω τὴν θεραπείαν, ἐπείπερ εἰμὶ χρηστὸς καὶ φιλάνθρωπος. Αὐτὸς ὑμῖν Κύριος 70.204 δώσει σημεῖον, πληροφορῶν ὅτι καὶ σωθήσεται κατὰ καιροὺς ὁ πεπλανημένος Ἰσραὴλ, καὶ οὐκ ἀγνοήσει τὸν ∆εσπότην, ἀλλ' ἔσται προσκυνητὴς τοῦ σεσωκότος Θεοῦ. Κατώρθωται δὲ τοῦτο διὰ Χριστοῦ κεκληκότος εἰς ἐπίγνωσιν τὸν Ἰσραὴλ, καὶ ἁπάσης αὐτὸν ἀπαλ- λάξαντος. ἁμαρτίας, καὶ τοῦ προσκυνεῖν ἐθέλειν ξύ- λοις καὶ λίθοις. 9Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι