72
προσκεκυνήκασιν αὐτῷ καὶ τεθύ κασιν αὐτῷ, καὶ εἶπαν· οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτούς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρότερον ἢ τοῦτο. ταῦτα πρὸς αὐτὸν εἰπόντος, αὐτοῦ τε δεηθέντος ὑπὲρ αὐτῶν καὶ ἐξιλασαμένου οὕτω κατῄει. Ἀκούσας δὲ Ἰησοῦς τὴν φωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν· φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. καὶ λέγει Μωυσῆς· οὐκ ἔστι φωνὴ ἐξαρ χόντων κατ' ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόν των οἴνου ἀκούω ἐγώ. ἡνίκα δὲ ἤγγισε τῇ παρεμβολῇ παρὰ τὸν μόσχον καὶ τοὺς χορούς, ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ 157 τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος, καὶ λαβὼν τὸν μόσχον κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτόν, καὶ ἔσπειρεν αὐ τὸ ἐπὶ τὸ ὕδωρ, καὶ ἐπότισεν αὐτὸ τοῖς Ἰσραηλίταις. Ἔνθα δὴ θυμῷ καὶ ζήλῳ θεοῦ κατὰ τῶν ἀσεβῶν κινηθεὶς καὶ ἐμφυλίῳ πολέμῳ τὸ θεῖον ἱλεωσάμενος τῇ καθάρσει τῶν ἡγησαμένων τῆς μανίας, ἄλλην ἡμερῶν τεσσαρακοντάδα νηστεύει, καθὰ καὶ τὸ πρότερον, μηδενὸς προσδεηθεὶς τῶν συνήθων τῇ φύσει βρώματος, ἀλλ' ἄλλῳ τρόπῳ βιοτεύων ἐξηλλαγμένῳ, πλάκας τε λαμβάνει, χερσὶν αὐτοῦ Μωυσέως εἰργασμένας, θείᾳ δὲ δυνάμει γεγραμμένας. τότε εἶδε καὶ τὴν δόξαν κυρίου παρὰ τὴν τῆς πέτρας ὀπὴν καθίσας. Καὶ ἐδοξάσθη τῷ προσώπῳ, ὡς μὴ δύνασθαι ἀτενίζειν τῷ προσώπῳ αὐτοῦ κατελθόντος ἀπὸ τοῦ ὄρους τόν τε Ἀαρὼν καὶ τοὺς υἱοὺς Ἰσραήλ. αὐτὸς δὲ ἠγνόει ὅτι δεδόξασται ἡ ὄψις αὐτοῦ ἕως τοῦ λαλῆσαι αὐτοῖς καὶ ἰδεῖν ὅτι ἐφοβοῦντο ἐγγίσαι αὐτῷ. μετὰ δὲ τὸ λαλῆσαι αὐτοῖς ὅσα ἐνετεί λατο κύριος αὐτῷ, ἐπέθηκε κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ. ἡνίκα δ' ἂν εἰσεπορεύετο ἔναντι κυρίου περιῃρεῖτο τὸ κάλυμμα. Τότε τὴν σκηνὴν ἐπήξατο παραδοὺς τὰ νομικὰ καὶ τὴν θείαν ἱερωσύνην κατὰ τὴν θείαν ὑφήγησιν, ἐμπλήσαντος τοῦ θεοῦ τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρῆ τὸν τοῦ Ὢρ ἐκ φυλῆς Ἰούδα πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶἐπιστήμης ἀρχιτεκτονεῖν πάντων, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ λιθουργεῖν τὸν λίθον καὶ πᾶν ξύλον σὺν τῷ Ἐλιὰβ τῷ τοῦ Ἀχισαμὲχ ἐκ φυλῆς ∆άν. Τοῦτον τὸν Βεσελεὴλ Ἰώσηππος υἱὸν εἶναι Μαρίας τῆς ἀδελφῆς Μωυ σέως διαβεβαιοῦται καὶ τοῦ Ὤρ, ὃς σὺν τῷ Ἀαρὼν ἀνεῖχε τὰς χεῖρας Μωυσέως κατὰ τοῦ Ἀμαλήκ. καὶ πιθανὸς ὁ λόγος. ἄλλοι τὸν Ὀζιήλ φασινεἶναι ἄνδρα Μαρίας, οὐκ ἔχοντες δεῖξαι πόθεν. φησὶ δὲ Ἰώσηππος ὅτι ἐν ἑπτὰ μησὶν ἐτελειώθη πάντα τὰ ἔργα τῆς σκηνῆς καὶ τῇ πρώτῃ ἡμέρᾳ τοῦ πρώτου μηνὸς τοῦ δευτέρου ἔτους τῆς ἐξόδου ἔστη. τοῦτο δὲ καὶ ἡ γραφὴ τῆς Ἐξόδου μαρτυρεῖ πέρας ἐν τούτοις ἔχουσα. Τὰ ἐν τῇ τρίτῃ Μωυσαϊκῇ βίβλῳ τοῦ λεγομένου Λευιτικοῦ περί τε προσ αγόντων καὶ προσαγομένων θυσιῶν ὑπὸ τοῦ λαοῦ καὶ τῶν ἱερέων περί τε ἱλασμοῦ ἁμαρτιῶν καὶ εἰσόδου τῶν ἱερέων καὶ ἐξόδου εἰς τὰ ἅγια, χρίσεώς 158 τε Ἀαρὼν καὶ τῶν παίδων αὐτοῦ Ναβὰδ καὶ Ἀβιοὺδ καὶ προχειρισμοῦ αὐτῶν, οἳ καὶ διεφθάρησαν κατ' αὐτὸ μετὰ πολλὰς ἡμέρας πῦρ χειρόηθες τοῖς θυσιαστηρίοις προσφέροντες, ὅπερ προαπηγόρευτο, πυρὸς οὐρανίου τὰς θυσίας καταναλίσκοντος ἀεί, ἐξ οὗ καὶ θυμιᾶν ἐχρῆν, τά τε περὶ τὸν ἐγκαινισμὸν τῆς σκηνῆς καὶ τῶν ἱερῶν καὶ λοιπῶν ἠθικῶν νομίμων καὶ κολάσεων τοῖς παραβαίνουσιν, ὅσα τε τῶν τετραπόδων καὶ πετεινῶν καὶ νηκτῶν βρώσιμα, καὶ περὶ τοῦ λιθοβοληθέντος διὰ τὴν βλασφημίαν υἱοῦ τῆς Ἰσραηλίτιδος καὶ τοῦ Αἰγυπτίου ἐν τῇ πρὸς τὸν Ἑβραῖον μάχῃ, καὶ περὶ τοῦ μὴ δεῖν ὅλως προσφέρειν ἀλόγως τὸ θεῖον ὄνομα, κατὰ τοῦτο τὸ δεύτερον ἔτος τῆς ἐξόδου Αἰγύπτου πέπρακταί τε καὶ διατετύπωται. Τῷ δ' αὐτῷ δευτέρῳ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἐλάλησε κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ, ὥς φησιν ἡ τετάρτη Μωυσαϊκὴ βίβλος τῶν Ἀριθμῶν, ἐξαριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω, καὶ εὑρέθησαν μυριάδες ξʹ καὶ γφνʹ χωρὶς τῶν Λευιτῶν. οὗτοι γὰρ ταχθέντες προστάγματι θεοῦ λειτουργεῖν τῷ Ἀαρὼν καὶ φυλάσσειν τὰς