72
βασιλὶς, πολλὴν ἐπαγομένη καὶ βασιλικὴν θεραπείαν ἔκ τε ἀνδρῶν ὁμοίως καὶ γυναικῶν. ἔκ τε γὰρ τῶν παρὰ Λατίνοις καβαλλαρίων καὶ σκουερίων λεγομένων ἦγε πολλοὺς καὶ τῶν ἄλλως παρ' αὐτοῖς εὐπατριδῶν· καὶ τὰς ἐν ἑτέροις χρόνοις εἰς τὴν Ῥωμαίων ἐξ ἀλλοδαπῶν ἀφικνουμένας βασιλίδας ὑπερεῖχε πολυτελείᾳ. προσεδέχθη τε ὁμοίως παρὰ τοῦ βασιλέως καὶ κηδεστοῦ βασιλικῶς τε καὶ μεγαλοπρεπῶς καὶ ὥσπερ ἦν εἰκὸς τὴν βασιλέως καὶ υἱοῦ γαμετήν. συμβέβηκε δὲ καὶ βασιλέα τὸν νέον τῷ Βυζαντίῳ κατὰ τὸν αὐτὸν καιρὸν ἐνδιατρίβειν. ἡ δὲ βασιλὶς Ἄννα τῇ τε κατὰ τὸν πλοῦν ταλαιπωρίᾳ καὶ τῇ τῶν ἀέρων ἐναλλαγῇ τὸ σῶμα πεπονηκυῖα, ἐνόσησεν ὀλίγαις ἡμέραις ὕστερον τῆς ἀφίξεως αὐτῆς. ὅ, τε νέος Ἀνδρόνικος τοῦτο μὲν καὶ διὰ τὴν τῆς βασιλίδος νόσον, τοῦτο δ', ὅτι καὶ χρεία τις ἀπαραίτητος ἐκάλει, πρὸς τὰς ἐπὶ Θρᾴκης ἐξῄει πόλεις, καὶ διέτριψεν ἄχρι φθινοπώρου ἐν ἐκείναις. Ὀκτωβρίου δὲ ἱσταμένου τῆς δεκάτης ἰνδικτιῶνος, εἰς Βυζάντιον ἐπανῆκε. καὶ ἡ γαμήλιος ἐτελεῖτο ἑορτὴ λαμπρὰ καὶ περιφανής· ὥσπερ δὲ ἔθος τοῖς βασιλεῦσι, μετὰ τὸ ἐπὶ τοῖς 1.205 γάμοις τὰ νενομισμένα τελεσθῆναι, καὶ Ἄνναν τὴν βασιλίδα βασιλεὺς ἔστεψεν ὁ ταύτης ἀνήρ. μετὰ δὲ τὸ τὴν τῶν γαμηλίων ἑορτὴν παραδραμεῖν τῶν μετὰ τῆς βασιλίδος ἐκ Σαβωΐας ἐλθόντων ἀνδρῶν τε καὶ γυναικῶν οἱ πολλοὶ μὲν εἰς τὴν οἰκείαν ἐπανῆλθον· ἔμειναν δὲ μετ' αὐτῆς ὀλίγον τινὲς καὶ Ζαμπέα μία τῶν γυναικῶν ἅμα τοῖς υἱέσι, φρονήσει τε ὑπερέχουσα τὰς ἄλλας, καὶ βασιλικοῖς οἴκοις διά τε παιδείαν καὶ τὴν ἄλλην ἐπιτηδειότητα πρέπουσα ἐνδιατρίβειν. ἐκ μέντοι Σαβωΐας οὐκ ὀλίγοι τῶν εὐπατριδῶν εἰς τὴν Ῥωμαίων ἀφικνούμενοι, ἐφ' ὅσον ἐβούλοντο συνῆσαν τῷ βασιλεῖ, πολλῆς ἀξιούμενοι φιλοφροσύνης. ἦσαν γὰρ δὴ οὐκ ἀνδρεῖοι μόνον καὶ τολμητίαι κατὰ τὰς μάχας, ἀλλὰ καὶ ἄλλως ἐν ταῖς παιδιαῖς εὐφυεῖς συνεῖναι. κυνηγεσίων καὶ γὰρ συμμετεῖχον τῷ βασιλεῖ, καὶ τὴν λεγομένην τζουστρίαν καὶ τὰ τερνεμέντα αὐτοὶ πρῶτοι ἐδίδαξαν Ῥωμαίους οὔπω πρότερον περὶ τῶν τοιούτων εἰδότας οὐδέν. αὐτῶν δὲ ἀπερχομένων εἰς τὴν οἰκείαν, ἕτεροι ὥσπερ ἐκ διαδοχῆς ἐφοίτων ὡς βασιλέα· καὶ σχεδὸν ἐκ Σαβωΐας ἀεὶ τῷ νέῳ βασιλεῖ συνῆσάν τινες. οὕτω δὲ ὑπὸ φιλοτιμίας περὶ τὰ τοιαῦτα ἐξησκήθησαν οὐκ ὀλίγοι Ῥωμαίων, μάλιστα δὲ πάντων ὁ βασιλεὺς, ὃς καὶ τοὺς διδάξαντας ὑπερέσχεν, ὡς μὴ τοὺς ἐκ Σαβωΐας μόνον τὴν ἧτταν ὁμολογεῖν, ἀλλὰ καὶ τοὺς ἐκ Φράντζας καὶ Ἀλαμανίας καὶ Μπουργουνίας, ἐν οἷς μάλιστα σπουδάζεται τὰ τοιαῦτα, τήν τε τοῦ βασιλέως θαυμάζειν εὐφυΐαν καὶ τῶν περὶ τὰ τοιαῦτα παρ' 1.206 αὐτοῖς εὐδοκιμούντων κρείττω ὁμολογεῖν. μετὰ μέντοι τοὺς γάμους ὀλίγον τινὰ χρόνον τῇ Κωνσταντίνου ἐνδιατρίψας ὁ νέος βασιλεὺς, τῷ βασιλεῖ συνταξάμενος καὶ πάππῳ, ἅμα τῇ βασιλίδι ἐξῄει Βυζαντίου, ὡς εἰς ∆ιδυμότειχον ἀφιξόμενος. γενομένῳ δὲ ἐν χωρίῳ Μεγάλην προσαγορευομένῳ Καρύαν, κατὰ τὸ τοῦ Λίπηκος λεγόμενον ὄρος, Πέρσας ἠγγέλθη πεζοὺς τὰ ἐκεῖ κατατρέχοντας χωρία δῃοῦν. οἱ μὲν οὖν τῷ βασιλεῖ συνόντες στρατιῶται ἅμα ἕῳ τῆς ὁδοῦ ἐχόμενοι, ὡς εἶχον, ἤνυον αὐτήν· βασιλεὺς δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ καί τισιν εὐαριθμήτοις ἑτέροις ὑπελίπετο κατόπιν, θηρεύων ἅμα μεταξὺ τῆς ὁδοιπορίας. ὡς δὲ ἡ ἔφοδος ἠγγέλθη τῶν βαρβάρων, πρὸς μὲν τοὺς στρατιώτας ἔπεμψε τὸν ἐροῦντα ἀναστρέφειν ὡς μαχουμένους τοῖς βαρβάροις. αὐτὸς δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ δεῖν ἔγνωσαν μετὰ τῶν συνόντων ἐν οἷς ἐπύθοντο τοὺς Πέρσας εἶναι χωρίοις γενέσθαι, ἑκατέρωθεν λογισάμενοι ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι, ἐὰν αὐτοὺς συμβῇ τοῖς βαρβάροις συντυχεῖν. ἐάν τε γὰρ εὐεπιχείρητοι φανῶσι, ῥᾷον ἂν κατεργάσεσθαι τὸ ἔργον, ἐάν τε ὑπερέχοντες φαίνωνται πολὺ αὐτῶν ὡς μὴ ἀσφαλὲς εἶναι καθίστασθαι εἰς μάχην, μετὰ ἀδείας ἀπαλλάξεσθαι αὐτῶν ἔφιπποι ὄντες πεζῶν. προπέμψαντες δὲ αὐτῶν τινας ὥστε τὰ ἔμπροσθεν σκοπεῖν, ἐβάδιζον αὐτοὶ κατόπιν ὡπλισμένοι. οἱ βάρβαροι δὲ τὰς μὲν τετριμμένας παντάπασι ἐξέκλιναν ὁδούς· δι' ἀβάτων δὲ χωρίων ἰόντες ὡς ἐπιθησόμενοί τισι τῶν αὐτόθι κατοικούντων, τοὺς μὲν σκοποὺς ἔλαθον