72
πατρόθεν, τοῖς δὲ Μήδοις προσῆκεν ἐκ τῆς μητρός· ος αμφω τὰ εθνη συμπαραλαβὼν καὶ πολεμήσας τοῖς ̓Ασσυρίοις τὴν αὐτῶν βασιλείαν κατέλυσε. τῇ δυάδι δὲ τῶν χειρῶν ἡ τῶν ἐθνῶν τούτων ἀμφοῖν δυὰς εἰκονίζεται. τρίτην δὲ βασιλείαν τὴν τῶν Μακεδόνων καλεῖ. τῷ χαλκῷ δὲ ταύτην ἀπείκασεν ὡς δυνατωτέραν, οια καὶ τὴν Περσικὴν ἀρχὴν καταλύσασαν. καὶ διὰ μὲν τῆς κοιλίας ἡ ̓Αλεξάνδρου μοναρχία ὑποτυποῦται, διὰ δὲ τῶν 1.181 μηρῶν ἡ μετὰ θάνατον ἐκείνου τῆς βασιλείας διαίρεσις καὶ ὁ αὐτῆς μερισμός. τετάρτην δὲ βασιλείαν τὴν τῶν ̔Ρωμαίων ἐκάλεσεν, ῃ τὸν σίδηρον ἀπένειμε διὰ τὸ στερέμνιον. ταῖς δὲ κνήμαις αὐτὴν εἰκόνισεν διὰ τὸ μετάχρονον· τῶν γὰρ αλλων μεγάλων βασιλειῶν μεταγενεστέρα ἡ τῶν ̔Ρωμαίων, καὶ αἱ κνῆμαι δὲ καὶ οἱ πόδες τελευταῖα μέρη τοῦ σώματος. τὸ δὲ τῷ σιδήρῳ ἀναμεμῖχθαι τὸ οστρακον αἰνίττεται τὸ ἰσχυρὰν μὲν ειναι τὴν βασιλείαν, εχειν δὲ παρ' ἑαυτῇ καὶ ευθραυστόν τι καὶ αναλκι· τοιοῦτον γὰρ τὴν φύσιν τὸ οστρακον, συγκείμενον ἐκ πηλοῦ. Εἰ μὲν ουν πρὸς τὴν προτέραν κατάστασιν τῆς ̔Ρωμαίων ἡγεμονίας ἀναγαγεῖν τις βουληθείη τὸ οραμα, οτε ἡ γερουσία καὶ οἱ δικτάτωρες καὶ οἱ υπατοι καὶ οἱ δήμαρχοι καὶ ὁ δῆμος τῆς τῶν πολιτικῶν πραγμάτων ἀντείχοντο διοικήσεως, εὑρήσει πολλαχοῦ τὸν δῆμον τῇ γερουσίᾳ διαφερόμενον καὶ στάσεις ἐγειρομένας, αλλα μὲν τῶν τῆς βουλῆς διαταττομένων, αλλα δὲ τῶν τοῦ πλήθους ἀντεισαγόντων, ὡς ἐκ τούτου μάχεσθαί τε ἀλλήλοις καὶ σφίσι τὰ πράγματα διὰ τὴν διχόνοιαν εστιν ου ῥέπειν ἐπὶ τὸ χεῖρον καὶ ἀσθενέστερον. σιδήρῳ μὲν ουν αν τις εἰκονίσαι τὴν σύγκλητον διὰ τὸ τῆς γνώμης στερέμνιον, ὀστράκῳ δ' αν εἰκασθείη τὸ πλῆθος, ἀναμεμιγμένον ον τοῖς ἐν τέλει καὶ τῇ βουλῇ, διά τε τὸ συρφετῶδες καὶ τὸ χαμαίζηλον, τοιοῦτον γὰρ ὁ πηλὸς οθεν τὸ οστρακον γίνεται, καὶ διὰ τὸ εὐμετάβολον καὶ τὴν ἀσθένειαν τοῦ φρονήματος. ειωθεν γὰρ τὸ πλῆθος ἀστατεῖν ῥᾳδίως τε μετάγεσθαι καὶ μεταβουλεύεσθαι· ταῦτα 1.182 δέ τις εὑρήσει πλειστάκις τῇ ̔Ρωμαϊκῇ πολιτείᾳ συμβεβηκότα, ἐπιὼν τὰ περὶ ταύτης ἀρχαῖα συγγράμματα. Εἰ μὲν ουν πρὸς τὴν προτέραν κατάστασιν τῆς ̔Ρωμαϊκῆς πολιτείας ἀναφέροι τις τὴν διαφορὰν τῶν ὑλῶν καὶ τὴν μίξιν αὐτῶν, ταῦτ' αν ισως λογίσαιτο, εἰ δὲ πρὸς τὴν ὑστέραν, οτε πρὸς μοναρχίαν ἐξ ἀριστοκρατίας μετήνεκτο ̔Ρωμαίοις τὰ πράγματα, καὶ πρὸς τὴν εἰσέπειτα τῆς βασιλείας κατάστασιν, καὶ τότε πλείστην αν καταλάβοι τῇ πολιτείᾳ προξενήσασαν βλάβην τὴν πρὸς ἀλλήλους τῶν ̔Ρωμαίων διχόνοιαν. ο τε γὰρ Καῖσαρ τῆς μοναρχίας ὀριγνηθεὶς ἐμφυλίους πολέμους πρὸς τὸν Μάγνον Πομπήιον καὶ πρὸς τοὺς αλλους, οι τῆς ἐλευθερίας ἀντεποιοῦντο τῆς παλαιᾶς, συνεστήσατο, καὶ πρὸς τοὺς ἀνελόντας αυθις αὐτὸν ὁμοίας μάχας ὁ Καῖσαρ ὁ Αυγουστος καὶ ὁ ̓Αντώνιος συνεκρότησαν, ειτ' αυθις αμφω πρὸς ἀλλήλους ουτοι περὶ τῆς αὐταρχίας διαφερόμενοι πολέμους βαρεῖς κεκινήκασιν, ἀμφοτέρωθεν ἐν πάσαις ταῖς μάχαις φθειρομένων ὁμογενῶν, κἀντεῦθεν τῆς ̔Ρωμαϊκῆς ἐλαττουμένης δυνάμεως. καὶ οὐδ' ἐν τοῖς μετέπειτα τὰς στάσεις λωφησάσας ιδοι τις αν. Εἰ δέ τις πρὸς τὰς υστερον βασιλείας τὴν τοῦ σιδήρου καὶ τοῦ ὀστράκου φύσιν παραβαλεῖ, εὑρήσει πῇ μὲν ἰσχυρὰν τὴν τῶν ̔Ρωμαίων ἀρχήν, πῇ δ' ἀσθενοῦσαν καὶ τὸ πλεῖστον τῆς παλαιᾶς ἀποβεβληκυῖαν ἐπικρατείας, καὶ πολλοστῷ νῦν μέρει τῆς παλαιᾶς ἐκείνης περιγεγραμμένην ἡγεμονίας. Τὰ μὲν ουν τῶν τεσσάρων βασιλειῶν ἐν τούτοις· ἡ δὲ λοιπή τε καὶ ἀκατάλυτος, ην ὁ λίθος εἰκόνιζεν ος ανευ χειρῶν ἐτμήθη καὶ τὰς υλας ἐλέπτυνεν ἐξ ων συντέθειτο ἡ εἰκών, καὶ τὴν γῆν ἐπλήρωσεν 1.183 απασαν, ην εἰς τοὺς αἰῶνας ὁ προφήτης ειρηκε μὴ διαφθαρήσεσθαι, ἡ μέλλουσα ἐπιφάνεια ειη αν τοῦ κυρίου ἡμῶν ̓Ιησοῦ Χριστοῦ, ητις, τῆς σιδηρᾶς βασιλείας γενομένης ἀσθενεστέρας διὰ τὴν τοῦ ὀστράκου ἐπιμιξίαν, ἀναφανήσεται· οτε αὐτῷ τὰ πάντα ὑποταγήσεται, καὶ βασιλείας ἀτελευτήτου τε καὶ ἀδιαφθόρου ἀξιώσει τοὺς ταύτης ἀξίους ἑαυτοὺς καταστήσαντας. λίθον γὰρ ειωθεν ἡ γραφὴ καλεῖν τὸν Χριστόν. ο τε