καὶ γέγονας οἷον ˉο, νοῦς ἀπηκριβωμένος, καὶ καθαρὸς καὶ εἰς ἑαυτὸν ἀνελιττόμενός τε καὶ ἀποκαθιστάμενος, καὶ τῆς μὲν τοῦ σώματος ἀπηλλάγης φύσεως, προσήγγισας δὲ ταῖς θείαις πηγαῖς, πίε τοῦ ἐντεῦθεν ῥείθρου σιγῶν. ἡ τοίνυν πόσις οὐκ αἰσθητήν τινα δηλοῖ ὁλκὴν διὰ τοῦ ἐν τῷ στόματι πνεύματος οὐδὲ κενώσεως ἀναπλήρωσιν οὐδὲ ξηρότητος ὕγρανσιν, ἐπεὶ μηδὲ τὸ ῥεῖθρον τοιοῦτον, οἷον ῥέον ὑδάτιον καὶ τῇδε ἢ ἐκεῖσε τοῖς ἀνέμοις φερόμενον, ἀλλὰ πηγή τις ἀύλων ἐμφάσεων, ἃς πίνει ψυχὴ διψῶσα τοῦ τοιούτου νάματος, μᾶλλον δὲ ὧν ἐμφορεῖται νοῦς περιφερής τε καὶ τὴν κίνησιν τέλειος. πίνει δὲ οὐχ ὥστε διψῶν παύσασθαι, ἀλλ' ὥστε κορεσθῆναι μηδέποτε. τοιαύτη γὰρ ἡ τοῦ θείου πηγή, ὑποκινοῦσα μᾶλλον τὴν ἔφεσιν καὶ πρὸς πλείονα δίψαν διερεθίζουσα· ὃ γὰρ ἂν ἀρύσῃς ἀπὸ τῶν ἄνω πηγῶν, οὔτε στήσει τὴν ἔφεσιν καὶ πλειόνων σοι ναμάτων γενήσεται χορηγόν. οὐχ ὁ βουλόμενος δὲ πίνειν τοῦ τοιούτου ῥεύματος δύναται, ἀλλ' ἢ μόνον ὁ ἀκριβὴς νοῦς. ὅσοι δὲ καὶ πίνειν οἴονται τοῖς ζητήμασι, λανθάνουσιν ἑαυτοὺς καὶ τὴν ἐνοῦσαν λιβάδα ἀποξηραίνοντες· ἁλμυροῦ γὰρ σπῶντες τοῦ νάματος οὔτε τι ἥδονται καὶ αὐχμῶν ἑαυτοῖς καθεστᾶσιν αἴτιοι· ὅθεν καὶ θλίβονται περὶ τὴν δοκοῦσαν πηγὴν καὶ θορύβου παντὸς πληροῦσι καὶ ταραχῆς. τὸ δὲ αἴτιον ὅτι μὴ γεγόνασιν ˉο μηδ' ἀπενύσταξαν πρὸς τὰς λογικὰ ἐντρεχείας μηδ' ὥδευσαν τὰς συλλογιστικὰς μεθόδους, ἀλλὰ μετὰ τούτων τὴν ἀσυλλόγιστον φύσιν καταμαθεῖν ἔσπευσαν. ὅθεν πίνουσι μέν, ἀλλ' οὐχ ὕδωρ διαφανές, ἰλυῶδες δὲ καὶ τελματιαῖον καὶ τὸ ὅλον βορβόρου πλῆρες. ὁ δ' εἰς ἑαυτὸν συστραφεὶς νοῦς πίνει τοῦ ῥείθρου σιγῶν, οὐδὲν ἐξετάζων τῶν παραδεδομένων οὐδὲ ζητῶν ἀρχὴν τῆς ἀρχῆς οὐδὲ τὸν λόγον τῆς φύσεως ἢ τὴν φύσιν τοῦ λόγου οὐδὲ τὸν τρόπον τῆς θείας γεννήσεως ἢ τῆς τοῦ πνεύματος προβολῆς, ἀλλ' ἀθορύβως καὶ ἀταράχως τῆς εἰρηναίας πίνων πηγῆς ἥδεται καὶ ἀγάλλεται καὶ μᾶλλον ἐνθουσιᾷ τῷ ἀνεξετάστῳ κινούμενος. σῶμα δὲ λόγου καὶ πάθος ἀκούων σταυρόν τε καὶ ἥλους καὶ τὸ ἐκ τῆς νυγείσης αἷμα πλευρᾶς καὶ πρὸς τούτων παρθένον τεκοῦσαν καὶ ἀμφότερα μείνασαν οὐ θορυβεῖται οὐδὲ ταράσσεται, ἀλλὰ σιγῶν ἀτρέμας ἵσταται καὶ ἐμφορεῖται τῶν ἐκεῖθεν πηγῶν. Ἔδει μὲν οὖν, φήσει τις, ἄχρι τοῦ σίγμα τῶν στοιχείων ἑστάναι τὸν ἀριθμόν· τὸ γὰρ πᾶν συμπεπλήρωται, ἡ θεολογικὴ ἀκρότης ἐν τρισὶ τοῖς προσώποις, ἡ τῶν ἐκεῖθεν παραχθέντων διαίρεσις, ἐπὶ ταύτῃ ἡ τοῦ νοήσαντος ἔκπληξις, ἡ ζήτησις, ἡ ἀπρόθυμος κίνησις, ἡ τοῦ ὀφθέντος ὁμολογία, ἡ ἰθυτενὴς πρὸς τοῦτο μετὰ ταῦτα ὁρμή, ἡ μετὰ τὰ αἰσθητὰ πρὸς τὰ θειότερα ἄνοδος, ὁ ὑποστρέφων δρόμος, ἡ ἐκεῖθεν αὐδή, ἡ τῶν αἰσθητηρίων ἀνενεργησία καὶ οἷον ἀπονύσταξίς τις καὶ νέκρωσις, ἡ ἐντεῦθεν μετρία τοῦ νοῦ πρὸς τὸ θεῖον ἐνέργεια καὶ ἡ ξέσει ἐοικυῖα κατάληψις, εἶτα ἡ τοῦ νοῦ τελείωσις καὶ ἀκριβὴς κίνησις, μεθ' ἃ ἡ πόσις, τὸ ῥεῖθρον, ἡ σιγή. Ἔδει οὖν τὸ πέρας τῆς καταλήψεως πέρας εἶναι τοῦ ἀριθμοῦ καὶ τοῖς γράμμασιν, ἀλλὰ πρὸς τὴν τοιαύτην δόξαν τὸ ταῦ ὑπαντᾷ, ὃ δὴ ἓν μὲν εἶναι δοκεῖ τῶν τοῦ λόγου μερῶν, δύο δέ πώς ἐστιν· ἐπειδὴ γάρ, φησι, τὴν ἀίδιον ὁ νοῦς προσείληφε κίνησιν καὶ πέπωκε τοῦ ῥείθρου σιγῶν, τί αὖ; ἆρα τὸ πᾶν κατείληφε καὶ πλέον οὐδέν ἐστιν οὗ πέπωκεν, ἀλλὰ τὸ ὅλον ῥεῖθρον τῆς θείας ἀιδιότητος ἐντὸς ἔσχηκε τοῦ οἷον στόματος; τὸ γὰρ ταῦ, εἴ τις ἐθέλει ἐρεῖν ἐντελῶς, «τί αὖ» ἐστιν ἀντὶ τοῦ «τί γοῦν; πέρας ἐστὶ καταλήψεως ἡ μετὰ σιγῆς πόσις τοῦ νοητοῦ ῥεύματος;» εὐθὺς γὰρ ὑπαινίττεται ὡς πλέον ἐστὶ τοῦ καταληφθέντος τὸ διαφυγόν. οὔτε γὰρ θάλαττάν τις ὅλην αἰσθητῶς πιεῖν δυνηθείη οὔτε νοῦς ὅλην τὴν θείαν ἐντὸς συλλάβοι πηγήν. διὰ τοῦτο τὸ ταῦ ὑπαντᾷ μονονουχὶ τοῦτο φθεγγόμενον πρὸς τὸν νοῦν, ὅτι «τὰς αἰσθήσεις ἀφεὶς καὶ τὰς βαρείας πέδας τοῦ σώματος ἐπτερώθης μὲν πρὸς τὸν οὐρανὸν καὶ τὴν ἐκείνου μιμησάμενος κίνησιν, μᾶλλον δὲ τὴν φύσιν κτησάμενος, προσεπέλασας ταῖς ἀνωτάτω πηγαῖς καὶ πέπωκας τοῦ