οὐρανοῦ καὶ τῶν ἀστέρων ἡ τοιαύτη λεοντοῦχος πηγή, ἀλλὰ τὸ ἡγεμονικὸν τῆς ἰδίας ὑπάρξεως ἀποκρύπτει τὴν θεωρίαν αὐτῶν. Χαλδαϊκὸν λόγιον. πάντοθεν ἀπλάστῳ ψυχῇ πυρὸς ἡνία τεῖνον. Ἐξήγησις. ἄπλαστον ψυχὴν ὀνομάζει τὸ λόγιον τὴν ἀμόρφωτον καὶ ἀδιατύπωτον ἢ τὴν ἁπλουστάτην καὶ καθαρωτάτην· «ἡνία» δὲ τοῦ «πυρὸς» τῆς τοιαύτης ψυχῆς τῆς θεουργικῆς ἐστι ζωῆς ἡ εὔλυτος ἐνέργεια, ἀνατείνουσα τὸν νοῦν τὸν πύρινον εἰς αὐτὸ τὸ θεῖον φῶς. «πάντοθεν» οὖν τῇ «ἀπλάστῳ ψυχῇ» τὰ τοῦ «πυρὸς ἡνία τεῖνον», τοῦτ' ἔστι, καὶ ἀπὸ τῆς νοερᾶς δυνάμεως καὶ ἀπὸ τῆς διανοητικῆς καὶ ἀπὸ τῆς δοξαστικῆς, ἵνα καταλλήλως ἑκάστη δύναμις τὰς θείας εἰσδέξηται φωταγωγίας. οὐ γὰρ ἀεὶ νοερῶς ἐνεργεῖν δυνάμεθα, ἀλλ' ἡ φύσις ὀκλάζουσα καὶ κατὰ τὰς δευτέρας ζωὰς ἐνεργεῖ. Χαλδαϊκὸν λόγιον. ὦ τολμηρᾶς φύσεως, ἄνθρωπε, τέχνασμα. 135 Ἐξήγησις. «τέχνασμα» μὲν γὰρ ὁ ἄνθρωπος ὡς παρὰ θεοῦ ἀπορρήτῳ τέχνῃ συντεθείς, τολμηρὰν δὲ φύσιν αὐτὸν ὀνομάζει τὸ λόγιον ὡς καὶ τὰ κρείττονα περιεργαζόμενον καὶ δρόμους μὲν ἀστέρων καταμετροῦντα, ὑπερφυῶν δὲ δυνάμεων τάξεις διακριβοῦντα καὶ τὰ ἐξωτάτω τῆς οὐρανίας ἁψῖδος διασκοποῦντα καὶ περὶ θεοῦ τι λέγειν διατεινόμενον. αἱ γὰρ ἐπιβολαὶ αὗται τῶν νοημάτων «τολμηρᾶς» ἄντικρυς «φύσεως». οὐ διασύρει δὲ ἐνταῦθα τὴν τόλμαν, ἀλλὰ τὴν ὁρμὴν τῆς φύσεως τέθηπεν. Χαλδαϊκὸν λόγιον. λαιῆς ἐν λαγόσιν Ἑκάτης ἀρετῆς πέλε πηγή, ἔνδον ὅλη μίμνουσα, τὸ παρθένον οὐ προϊεῖσα. Ἐξήγησις. τὴν Ἑκάτην οἱ Χαλδαῖοι θεὸν ὁρίζονται μεσαιτάτην ἔχουσαν τάξιν καὶ οἷον κέντρον τυγχάνουσαν τῶν ὅλων δυνάμεων. καὶ ἐν μὲν τοῖς δεξιοῖς αὐτῆς μέρεσι τιθέασι τὴν πηγὴν τῶν ψυχῶν, ἐν δὲ τοῖς ἀριστεροῖς τὴν πηγὴν τῶν ἀρετῶν. καί φασιν ὅτι ἡ μὲν πηγὴ τῶν ψυχῶν ἕτοιμός ἐστιν εἰς τὰς ἀπογεννήσεις, ἡ δὲ πηγὴ τῶν ἀρετῶν ἐν ὅροις μένει ἔνδον τῆς ἰδίας οὐσίας καὶ οἷον παρθένος ἐστὶ καὶ ἀμιγής, τὸ στάσιμον τοῦτο καὶ ἀκίνητον ἀπὸ τῶν ἀμειλίκτων λαβοῦσα δυνάμεων καὶ ζωστῆρι κοσμηθεῖσα παρθενικῷ. Χαλδαϊκὸν λόγιον. ἡνίκα <δὲ> βλέψῃς μορφῆς ἄτερ εὐίερον πῦρ λαμπόμενον σκιρτηδὸν ὅλου κατὰ βένθεα κόσμου, κλῦθι πυρὸς φωνήν. Ἐξήγησις. περὶ τοῦ ὁρωμένου πολλοῖς τῶν ἀνθρώπων θείου φωτὸς τὸ λόγιον διέξεισιν, ὡς, εἰ μὲν ἐν σχήματι καὶ μορφῇ θεῷτό τις τὸ τοιοῦτον φῶς, μηκέτι τούτῳ προσέξει τὸν νοῦν μηδὲ τὴν ἐκεῖθεν πεμπομένην φωνὴν ἀληθεστάτην νομίσοι. εἰ δὲ ἴδοι τοῦτο ἀσχημάτιστον καὶ ἀμόρφω136 τον, ἀνεξαπάτητος ἔσται· καὶ ὅπερ ἂν ἐκεῖθεν ἐνωτισθείη, ἀληθές ἐστιν ἄντικρυς. εὐίερον δὲ τὸ τοιοῦτον πῦρ ὀνομάζεται ὡς ἐν καλῷ τοῖς ἱερατικοῖς ἀνδράσιν ὁρώμενον καὶ «σκιρτηδὸν» προφαινόμενον, ἤτοι ἱλαρῶς καὶ χαριέντως, κατὰ τὰ βάθη τοῦ κόσμου. Χαλδαϊκὸν λόγιον. μὴ φύσεως καλέσῃς αὔτοπτον ἄγαλμα. Ἐξήγησις. αὐτοψία ἐστίν, ὅταν αὐτὸς ὁ τελούμενος τὰ θεῖα φῶτα ὁρᾷ. εἰ δὲ οὗτος μὲν οὐδὲν ὁρῴη, ὁ δὲ τὴν τελετὴν διατιθέμενος αὐτοπτεῖ τὸ φαινόμενον, ἐποπτεία τοῦτο πρὸς τὸν τελούμενον λέγεται. δεῖ δὲ τὸ καλούμενον ἄγαλμα ἐν ταῖς τελεταῖς νοητὸν εἶναι καὶ σώματος παντάπασι χωριστόν. τὸ δὲ τῆς φύσεως μόρφωμα οὐκ ἔστι παντάπασι νοητόν· ἡ γὰρ φύσις σωμάτων ἐστὶν ὡς ἐπὶ τὸ πλεῖστον διοικητικὴ δύναμις· «μὴ» οὖν «καλέσῃς», φησίν, ἐν ταῖς τελεταῖς «αὔτοπτον φύσεως ἄγαλμα»· ἐπενέγκοι γάρ σοι μεθ' ἑαυτοῦ φυσικῶν δαιμονίων μόνον πληθύν. Χαλδαϊκὸν λόγιον. ἡ φύσις πείθει πιστεύειν εἶναι τοὺς δαίμονας ἁγνούς, καὶ τὰ κακῆς ὕλης βλαστήματα χρηστὰ καὶ ἐσθλά. Ἐξήγησις. οὐχ ὅτι αὐτὴ πείθει τοῦτο, ἀλλ' ὅτι κληθείσης πρὸ τῆς παρουσίας αὐτῆς πολὺς ἐπιρρεῖ δαιμόνων χορός, καὶ πολυειδεῖς προφέρονται μορφαὶ δαιμονιώδεις, ἀπὸ πάντων μὲν τῶν στοιχείων ἀνεγειρόμεναι, ἀπὸ πάντων δὲ τῶν μερῶν τοῦ σεληναίου κόσμου συγκείμεναί τε καὶ μεριζόμεναι· καὶ ἱλαραὶ καὶ χαρίεσσαι