ἁρμονίαν, τίς ἂν τῶν ἁπάντων τὸν τηλικοῦτον δεσμὸν διαλύσειε, μᾶλλον δὲ τὰς θαυμασίας ταύτας συνδέσεις καὶ τῷ ὄντι δυσλύτους παντάπασι; δεσμὸς γὰρ πρῶτος ἀρραγέστατος ἡ βασίλειος τῆς συμφωνίας φωνή, ἐντεῦθεν τὸ ἰσχυρὸν ἔχουσα καὶ διὰ τῆς οἰκείας μεγαλοπρεπείας τοῦ ἀρραγοῦς τὴν ἀπόδοσιν προδεικνύουσα. δεύτερος αὖθις δεσμὸς ὁ ἐπὶ τῶν λόγων ὅρκος, τὸν θεὸν ἐπιμαρτυρόμενος καὶ τὴν ἐκεῖθεν ἀμετάτρεπτον τελειότητα, θαυμασία τις ἅλυσις αὔτη καὶ τῷ ὄντι χρυσῆ σειρά, ἄνωθεν καθιεμένη ἀπὸ τῶν οὐρανίων ἁψίδων καὶ ἐξαρτῶσα ἑαυτῆς τοὺς συνδεδεμένους τῇ συμφωνίᾳ. Ἔνθεν τοι καὶ τὸ ἡμέτερον κράτος οἷόν τινα πρῶτον δεσμὸν τὴν ἀπὸ τοῦ λόγου συνθήκην πεποίηται πρὸς τὴν σὴν γενναιότητα καὶ κηδεύει σοι τὸ θυγάτριον τῷ ἐμῷ ποθεινοτάτῳ υἱῷ κυρῷ Κωνσταντίνῳ τῷ βασιλεῖ, ὡς ἂν ἄμφω βασιλεῖς τε εἶεν καὶ ὀνομάζοιντο καὶ οὐχ ἧττον δι' εὐνοίας ἀλλήλοις συνδέοιντο ἢ τῆς βασιλικῆς καὶ συμπεφωνημένης ἑνώσεως. ἐπεὶ δὲ καὶ νόμοι παρηκολούθησαν ἄνωθεν ἐπὶ ταῖς τοιαύταις ἐπιγαμίαις, μᾶλλον δὲ ἐπὶ πάσαις ταῖς γαμηλίοις ἑνώσεσιν, ἀντιδιδόναι ἀλλήλοις τοὺς κατὰ κῆδος συναπτομένους, ἄπερ ἂν ἑκάτεροι συμφωνήσαιεν, τοῦτο δὴ καὶ ἡμῖν ἐπαινετέον τε ἅμα καὶ πρακτέον δεδοκίμασται. καὶ σὺ μὲν συμφωνεῖς ἐμοὶ συνεισενεγκεῖν τὴν πρέπουσαν ὑποταγήν τε καὶ εὔνοιαν τῷ μὴ μόνον τῶν ἡμετέρων μὴ κατατρέχειν ὁρίων ἀλλὰ καὶ τῶν κατατρεχόντων ταῦτα κατατρεχειν καὶ πόρρω τῆς ἐπικρατείας ἡμῶν ἀποκρούεσθαι καὶ συμμαχεῖν ἡμῖν, τὰ μὲν προσκαλούμενος παρ' ἡμῶν, τὰ δὲ οἴκοθεν ἐξορμῶν τῆς τε συγγενείας ἕνεκα καὶ τῆς εὐγενοῦς προαιρέσεως καὶ τῆς θαυμασίας ταύτης καὶ βασιλικῆς ἀγχιστείας, τούτοις προστιθεὶς τὸ τοὺς μὲν ἀπεχθανομένους ἡμῖν ἐχθροὺς ἄντικρυς ἡγεῖσθαι καὶ τῆς σῆς ἀπωθεῖσθαι φιλίας καὶ ἀντιλήψεως, τοὺς δὲ οἰκείως καὶ εὐμενῶς ἔχοντας οἰκειοῦν σεαυτῷ καὶ πάσης ἀξιοῦν εὐμενείας καὶ συγκροτήσεως. καὶ ἵνα τὸ συμπαν δηλώσω συνεκτικῷ καὶ περιεκτικῷ λόγῳ, τοιοῦτον σεαυτὸν ἐπαγγέλλῃ ἡμῖν γενήσεσθαι εὐνούστατόν τε καὶ θερμότατον σύμμαχον, ὁποῖος αὐτὸς ἐν τοῖς οἰκείοις πράγμασι γίνοιο. ἅπερ οὐδὲ ψιλῶς ἐκφωνεῖς, ἀλλὰ τῷ πρὸς θεὸν καὶ τὰ θεῖα ὅρκῳ ἐμπεδοῖς καὶ φρικωδεστάταις ἀραῖς βεβαιοῖς. τοιαύτη μὲν ἡ σὴ πρὸς τὴν βασιλείαν ἡμῶν προεισφορά, οὔτε μεμπτή, ἀλλὰ καὶ πάντῃ γενναία καὶ θαυμαστή. Ἡ δὲ παρ' ἡμῶν ἀντίδοσις αὕτη-καὶ σκόπει, ὡς μεγαλοπρεπὴς καὶ βασιλική. καὶ ἄρχομαί γε ἀπὸ τῶν μειζόνων. ἔσται σοι τὸ συναπτόμενον τῷ υἱῷ μου θυγάτριον σπλάγχον ἐμοὶ ποθεινότατον καὶ οὐχ ἧττον τοῦ υἱοῦ ἀγαπώμενον, τῆς αὐτῆς αὐτῷ εὐφημίας βασιλικῶς ἀξιούμενον, μεγαλοπρεπῶς μὲν ἐν τοῖς βασιλείοις ἀναγόμενον οἴκοις, λαμπροτάτης δὲ δορυφορίας καὶ πολυτελεστάτης διαίτης ὡς ἀληθῶς εὐμοιροῦν. ταῦτα μὲν τὰ κρείττω καὶ τελεώτερα· τὰ δὲ μετὰ ταῦτα καί, ὅσα δὴ πρὸς σὲ τὴν ἀναφορὰν ἔχει, ἐντεῦθεν ἐν ἀριθμῷ τίθημι. τῷ τοῦ κουροπαλάτου μεγίστῳ καὶ ὑψηλῷ ἀξιώματι ἕνα τῶν υἱῶν σου, ὁποῖον ἂν αὐτὸς βούλοιο, τὸ ἡμέτερον τιμᾷ βασίλειον κράτος· προστίθησι τούτῳ προεδράτον ἕν, μαγιστράτα δύο, βεσταρχάτα δύο, βεστάτα δύο, ἀνθυπατάτον ἕν, πατρικάτα δʹ, ὑπατάτα ἓξ ἀνὰ λίτρας βʹ ῥόγαν ἔχοντα, πρωτοσπαθαράτα ιεʹ ῥόγαν ἔχοντα ἀνὰ λίτραν μίαν, σπαθαροκανδιδατάτα δέκα ἀνὰ λϛʹ νομίσματα ῥόγαν ἔχοντα· καὶ ἁπλῶς εἰπεῖν, τοσαῦτά σοι τὸν ἀριθμὸν ἡ βασιλεία μου δίδωσιν ἀξιώματα σύν γε τῷ κουροπαλατάτῳ, ὅσα συμπληροῖ ἐνιαύσιον ῥόγας προσότητα εἰς δύο κεντηνάρια συναριθμουμένην. ταῦτα δὲ οὐ πρώτως οὐδὲ ἀφ' ἑαυτῆς ἡ βασιλεία μου νομοθετοῦσα ποιεῖται πρὸς σέ, ἀλλὰ πολλὰ μὲν περὶ τούτων τοῖς πεμφθεῖσί σου πρέσβεσιν ὁμιλήσασα καὶ πολλάκις πρὸς τούτους περὶ τούτων διαλεξαμένη καὶ τὰ μὲν εἰποῦσα, τὰ δὲ ἀκούσασα, μέχρις ἂν ἀρεσκομένους αὐτοὺς τῇ