ἐστι γῆ, σελήνη, φωσφόρος, ψυχὴ δὲ καὶ σὰρξ ὧδε καὶ νοῦς προσφόρως· ἓν οὖν πρὸς ἕν πως ἀντίθες, πλὴν εὐλόγως, πρὸς ἥλιον νοῦν, σῶμα πρὸς γῆν εὐθέτως, τὴν ψυχικὴν δὲ πρὸς σελήνην οὐσίαν. ὁ μὲν γὰρ αὐτόχρημα φωτὸς οὐσία, τὸ σῶμα λαμπρότητος ἐστερημένον, ψυχὴ δὲ τυγχάνουσα μέση τῶν δύο τὸ μὲν τέτευχε φωτὸς ὡς νοῦ πλησίον, τὸ δ' οὐ τέτευχεν ἐγγὺς οὖσα σωμάτων. 14 Τοῦ σοφωτάτου Ψελλοῦ στίχοι ὅμοιοι περὶ τοῦ ἰαμβικοῦ μέτρου Τὸ μέτρον οὕτω τῶν ἰάμβων μοι μέτρει· καὶ τοὺς πόδας μὲν ἡ μέλισσα δεικνύτω, τῶν συλλαβῶν δὲ τὴν ἀρίθμησιν κύκλον τὸν ζωδιακὸν εἰσορῶν μάνθανέ μοι. μέλλων δὲ μετρεῖν καὶ στίχους πλέκειν, φίλος, ἅπασαν ἐν νῷ τοῦ σκοποῦ τὴν εἰκόνα προσλαμβάνων ἄριστα καὶ στίχους πλέκε. Πρῶτον μὲν οὖν καὶ τρίτον ἢ πέμπτον πόδα ἴαμβος ἢ σπονδεῖος εὐτρεπιζέτω, τὸν δεύτερον δὲ καὶ τέταρτον ἀξίως ἴαμβον ἁπλοῦν εἰσφέρων ἀπαρτίσεις, ἕκτος δ' ἰάμβου τέρπεται κόσμον φέρων καὶ πυρριχίῳ τὴν κάραν ὑψοῦ φέρει. Ἔστωσαν οὖν σοι πυρρίχιος μὲν «λ!όγ!ος», σπονδεῖος «῎!Ατλ!ας» ἐκ μακρῶν χρόνων δύο, «Λ!άχ!ης» δ' ἴαμβος καὶ «λ!έβ!ης» αὖ καὶ «Θ!έ!ων». Ἰδοὺ τὸ πᾶν εἴληφας ἐν βραχεῖ μέτρῳ. 15 Τοῦ λογιωτάτου Ψελλοῦ Κωνσταντινουπόλεως Ἄριστον ἀρίστησον ἐκτὸς τοῦ κόρου καὶ δεῖπνον ἀδείπνητον ἐστενωμένον. πάντων λαχάνων, ὀσπρίων μικρὸν λάβε, πασῶν ὀπωρῶν πλησμόνην ἀποτρέπου, κραβηφαγῆσαι βραχυφαγῆσαι θέμις. μίσει τὸν ὄκνον ὡς σατανᾶν, ὡς ὄφιν· δείλης τὸν ὕπνον οὐ καλὸν ποθεῖν ὅλως· παραρριπισμῶν προσβολὴν ἀποτρέπου. 16 Ἐμοί, κραταιὲ φωσφόρε στεφηφόρε, μέλημα καὶ σπούδασμα καὶ βίος λόγοι, ἐξ ὧν φανῆναι καὶ προκόψειν ἐλπίσας πάντων κατεφρόνησα καὶ ζῆν εἱλόμην τέως ταπεινὸν καὶ κεκρυμμένον βίον, πόνοις ὁμιλῶν καὶ σοφῶν βίβλοις μόνον. πλὴν οὖν ἰδεῖν σου τὸ κράτος προσηυχόμην εἰς τὴν ἑαυτοῦ δεδραμηκὸς ἀξίαν, τοῦ προσπεσόντος ἐν μέσῳ δεινοῦ νέφους καὶ πειραθέντος σὰς σβέσαι λαμπηδόνας αὖθις ῥαγέντος καὶ ῥυέντος εἰς χάος. οὐκοῦν θεωρῶ τῆς ἐμῆς εὐχῆς τέλος· τῇ γὰρ προνοίᾳ τοῦ θεοῦ καὶ δεσπότου ἔχεις ἀνεμπόδιστον ἀκραιφνὲς κράτος. δέδεξο λοιπὸν οἰκέτου δῶρον λόγον· σὺ δ' ἀντιδοίης τὴν κατ' ἀξίαν δόσιν τοῖς σοῖς με πάντως συμβαλὼν νοταρίοις. 17 Τοῦ ὑπερτίμου Κωνσταντίνου τοῦ Ψελλοῦ στίχοι ἰαμβικοὶ εἰς τὴν τελευτὴν τῆς Σκληραίνης. Νῦν κοσμικὴ θύελλα, νῦν κοινὴ ζάλη, νῦν συμφορᾶς ἄπαυστος ἠγέρθη κλύδων. νῦν οὐρανὲ στέναξον ἐξ ὕψους μέγα καὶ γῆ κάτω βόησον, «ὢ δεινοῦ πάθους». νῦν ἀντὶ φωτὸς αἷμα πέμψον, φωσφόρε· νῦν καὶ σελήνη καὶ χορὸς τῶν ἀστέρων ἀντ' ἀκτίνων πέμποιτε κρουνοὺς δακρύων. ἀὴρ δὲ καὶ θάλασσα κυματουμένη, ἀχλὺν ἐπενδύθητε καὶ βαθὺν ζόφον. ἡ γὰρ σεβαστὴ καὶ γένει καὶ τῷ βίῳ, τὸ λαμπρὸν ἀξίωμα τῶν ἀνακτόρων, ἡ βαθμὶς ἡ πρόκριτος, ἡ πρώτη βάσις, ἠθῶν ὁ κόσμος, τῶν τρόπων ἡ λαμπρότης, τὸ ζῶν