θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν «καὶ δειπνήσω μετ' αὐτοῦ, καὶ αὐτὸς μετ' ἐμοῦ», μήποτε ὁ Ἰησοῦς οὔτε ἀριστᾷ μετά τινος (οὐ γὰρ δεῖται εἰσαγωγῆς καὶ πρώτων μαθη μάτων), οὔτε ἀριστᾷ τις μετ' αὐτοῦ, ἀλλ' ὁ μετ' αὐτοῦ ἐσθίων δειπνεῖ μόνον· «Πλεῖον, γάρ φησι, Σολομῶντος ὧδε», περὶ οὗ γέ γραπται· «Καὶ ἦν τὸ ἄριστον Σαλομὼν τόδε», ὃ κατείλεκται ἐν τῇ 32.2.19 τρίτῃ τῶν Βασιλειῶν. καὶ τοῦτο δὲ τολμήσας εἴποιμ' ἂν ὡς ἀκό λουθον τῷ «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ», ὅτι οὐκ ἔνιψεν τοὺς πόδας τοῦ Ἰούδα, <ὅτι> ἤδη εἰς τὴν καρδίαν βεβλήκει ὁ διά βολος, ἵνα τὸν διδάσκαλον καὶ κύριον παραδῷ, εὑρὼν αὐτὸν οὐκ ἐν δεδυμένον τὴν πανοπλίαν τοῦ θεοῦ καὶ οὐκ ἔχοντα τὸν τῆς πίστεως θυρεόν, ᾧ δύναταί τις πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα 32.2.20 σβέσαι. γεγραμμένου γὰρ τοῦ «Τοῦ διαβόλου ἤδη βεβληκότος» ἀκούω ὡς καὶ ἐν ἑβδόμῳ Ψαλμῷ τῆς γραφῆς περὶ τούτου διδασκούσης, ὡς τοξότου καὶ βέλη πεπυρωμένα ἐξεργαζομένου τοῖς μὴ πάσῃ φυλακῇ 32.2.21 τηροῦσι τὴν ἑαυτῶν καρδίαν. ἔχει δὲ οὕτως ἡ τοῦ Ψαλμοῦ λέξις· «Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον «αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό· καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη «θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. ἰδοὺ ὠδίνησεν 32.2.22 «ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν». πᾶς μὲν οὖν ὁμο λογήσει τὸ «Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν «ἀνομίαν», δύνασθαι ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον· ἄτοπον δὲ μὴ ὁμοίως τούτῳ καὶ αὐτὰ νομίζειν λέγεσθαι· «Ἐὰν μὴ ἐπιστραφῆτε, «τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοί «μασεν αὐτό· καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου»· σκεύη γὰρ θανάτου ἄλλος οὐδεὶς ἐν τῷ τόξῳ ἑαυτοῦ ᾧ ἐνέτεινεν ἡτοίμασεν ἢ 32.2.23 οὗ τῷ φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. ἀπὸ τούτων τοί νυν τῶν βελῶν, ἃ τοῖς καιομένοις ἐξειργάσατο ὁ διάβολος, ἐνέ βαλεν εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἤδη βεβλημένου <ἐν> τῷ δείπνῳ οὐχ ὥστε δὲ ἀρέσεσθαι αὐτῷ, ἐπείπερ ἡ τοῦ δείπνου τούτου τροφὴ καὶ ὁ οἶνος ὁ ἐν αὐτῷ οὐκ ἐδύνατο γενέσθαι ἐν καρδίᾳ ὑπὸ τοῦ διαβόλου βεβλημένῃ βέλει περὶ τοῦ προδοθῆναι τὸν τάχα ἑστιάτορα, ἐπεὶ μὴ σαφῶς ἐν τούτοις φαίνεται τίς ἦν, ὑφ' οὗ τὸ δεῖπνον ἐγίνετο, ὡς ἐν τοῖς πρὸ τούτων· «Ἐποίησαν, φησίν, «αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ 32.2.24 «τῶν ἀνακειμένων σὺν αὐτῷ». ἐπὶ μὲν οὖν τοῦ Ἰούδα γέγραπται τὸ «Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐ «τὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης»· τούτῳ δὲ ἀκολούθως λέγοις ἂν περὶ ἑκάστου τῶν ὑπὸ τοῦ διαβόλου εἰς τὴν καρδίαν τετρωμένων· τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα πορνεύσηται, τοῦ δεῖνα, καὶ ἵνα ἀποστερήσῃ, τοῦ δεῖνα, καὶ ἵνα δοξομανῶν εἰδωλο λατρείαν ἀναδέξηται τὴν τῶν δοκούντων εἶναι ἐπ' ἀξιώματος, τοῦ δεῖνα, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων ἅπερ ὁ διάβολος βάλλει εἰς τὴν γυμνὴν τοῦ θυρεοῦ τῆς πίστεως καρδίαν· ἐν ᾧ θυ ρεῷ πίστεως δύναταί τις οὐχ ἓν οὐδὲ δύο ἀλλὰ καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι. 32.3.25 Ἐγγιζούσης τοίνυν τῆς κατὰ τὸ πάθος οἰκονομίας, ἐφ' ὃ ἔμελλεν αὐτὸν παραδιδόναι Ἰούδας Σίμωνος Ἰσκαριώτης τετρωμένος ὑπὸ τοῦ διαβόλου, δείπνου ἤδη γινομένου· «Εἰδώς, φησίν, ὁ Ἰησοῦς, «ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ «ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου». 32.3.26 οὐκοῦν τὰ μὴ πρότερον ὄντα ἐν ταῖς χερσὶν τοῦ Ἰησοῦ δίδοται ὑπὸ τοῦ πατρὸς εἰς τὰς χεῖρας αὐτοῦ, καὶ οὐ τινὰ μὲν τινὰ δ' οὔ, ἀλλὰ πάντα· ὅπερ πνεύματι καὶ ὁ ∆αβὶδ βλέπων φησὶ τὸ «Εἶπεν ὁ κύριος «τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου 32.3.27 «ὑποπόδιον τῶν ποδῶν σου». καὶ γὰρ οἱ ἐχθροὶ τοῦ Ἰησοῦ μέρος τι τῶν πάντων ἦσαν οὓς ᾔδει, ὅσον ἐπὶ τῇ προγνώσει, δεδόσθαι ἀπὸ τοῦ πατρὸς αὐτῷ ὁ Ἰησοῦς. ἵνα δὲ σαφέστερον θεωρήσωμεν τί ἔστιν τὸ «Πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας», προσ χῶμεν τῷ «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως 32.3.28 «καὶ ἐν τῷ † κυρίῳ πάντες ζωοποιηθήσονται». ἀλλ' εἰ καὶ πάντα