αὐτῷ τις, καὶ λέγει ὅτι ὁ ἵππος ᾧ ἐποχεῖται ἡ βασιλεία σου, ἐμός ἐστιν. τοῦ δὲ ἵππου σκιρτῶντος καὶ τοῦ βασιλέως τοῦτον κατασχόντος, τὸν κόμητα σταύλου ἐπηρώτησεν ὁ βασιλεὺς "τίνος ἐστὶν ὁ ἵππος;" ὁ δὲ ἔφη "ὁ κόμης τοῦ Ὀψικίου ἀπέστειλεν αὐτὸν τῇ βασιλείᾳ σου." τοῦ δὲ κόμητος τοῦ Ὀψικίου ἐν τῇ πόλει ὄντος, τῇ αὔριον ἀγαγὼν αὐτὸν ὁ βασιλεὺς καὶ τὸν προσελθόντα αὐτῷ ἔφη "εἰπὲ τὴν ἀλήθειαν· τίνος ἐστὶν ὁ ἵππος;" ὁ δὲ ἀποκριθεὶς εἶπεν ὅτι ἐμὸς ἦν, καὶ ἀποστείλας ὁ στρατηγὸς ἀνείλετο αὐτὸν ἐξ ἐμοῦ βιαίως, μήτε τίμημά μοι δοὺς μήτε ἀξίωμα ποιήσας. εἶπε δὲ πρὸς τὸν κόμητα ὁ βασιλεύς "εἰπέ, εἰ οὕτως ἔχει, καὶ διὰ τί μὴ ἀποκόψας περὶ τοῦ ἵππου ἀπέστειλάς μοι αὐτόν; ὁ δὲ ἔφη ὅτι ἐπεζήτει γενέσθαι σχολάριος, ἐγὼ δὲ μὴ εἰδὼς εἰ ἀνδρεῖός ἐστι, παρεῖχον αὐτῷ ἑκατὸν νομίσματα· ὁ δὲ οὐκ ἔλαβεν αὐτά. καὶ ἐρευνήσαντος τοῦ βασιλέως, καὶ πληροφορηθέντος ὡς βιαίως αὐτὸν ἀφείλετο, τὸν μὲν στρατηλάτην τοῖς προσήκουσι μαγκλαβίοις ἐσωφρόνισεν, τῷ δὲ προσελθόντι αὐτῷ ἀπέστρεψεν τὸν ἵππον. ὁ δὲ τοῦτον οὐκ ἠβουλήθη, ἔλαβεν δὲ ὑπὲρ αὐτοῦ λίτρας δύο. ὁρισθέντος δὲ τοῦ στρατηγοῦ δοκιμάσαι αὐτόν, καὶ εἰ ἀνδρεῖός ἐστι ποιῆσαι αὐτὸν σχολάριον, τοῦ δὲ εἰς πόλεμον ἀπελθόντος, ἐν τῇ συμβολῇ ὡς δειλὸς ἐν τοῖς φεύγουσιν εὑρεθεὶς κατεσφάγη. Γεγονότος δὲ τοῦ βασιλέως εἰς πρόκενσον ἐν τῷ Βρύα, 224 ἦλθεν αὐτῷ μήνυμα παρὰ τοῦ στρατηγοῦ τῶν ἀνατολικῶν ὡς ὁ πρωτοσύμβουλος ἐξελθὼν μετὰ πλήθους ἐκπορθήσων ἀπέρχεται τὸ Ἀμώριον. ὁ δὲ τὰ νενομισμένα τῷ τε στρατῷ καὶ τοῖς ἄρχουσι ποιήσας συντόμως μέχρι Καππαδοκίας ἐξήλατο. ὁ δὲ ἀμερουμνῆς ἀποχωρίσας ὀκτὼ χιλιάδας λαοῦ, καὶ τὸν Σουδὲμ ὀνομαστότατον ἐν τοῖς Ἀγαρηνοῖς ὄντα ἐπί τε ἀνδρείᾳ καὶ φρονήσει δοὺς αὐτοῖς κεφαλήν, ἀπέστειλεν κατὰ τοῦ βασιλέως. συμβαλόντων δὲ πόλεμον ἡττηθεὶς ὁ βασιλεὺς ἔφυγεν καὶ μετ' αἰσχύνης ὑπέστρεψεν, μόλις διασωθείς· ὁ δὲ ἀμερουμνῆς ἀπελθὼν μετὰ δυνάμεως πολλῆς, περιχαρακώσας τὸ Ἀμώριον καὶ πολέμους πολλοὺς ποιήσας, οὐκ ἴσχυσεν αὐτὸ ἐκπορθῆσαι γενναίως καὶ σταθερῶς ἀγωνιζομένων τῶν ἔνδοθεν. μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσόφου ἦν ἐν τῷ κάστρῳ, καὶ βουληθέντος ὑποχωρῆσαι τοῦ ἀμερουμνῆ διά τινος ἐμήνυσεν ὁ αὐτὸς ἀστρονόμος ὅτι εἰ προσκαρτερήσεις τῷ κάστρῳ δύο ἡμέρας, ἐκ πορθήσεις ἡμᾶς. ὃ καὶ γέγονεν· προεδόθη γὰρ ὑπό τε τοῦ λεγομένου Βοϊδίτζη καὶ τοῦ Μανικοφάγου. κατεσχέθησαν δὲ τῶν ὀνομαστῶν ἄνδρες οὐκ ἀγεννεῖς ἀπελθόντες ἐν Συρίᾳ αἰχμάλωτοι, Θεόφιλος ὁ πατρίκιος, καὶ στρατηγοὶ ὅ τε Μελισσηνὸς καὶ ὁ Ἀέτιος, καὶ Θεόδωρος πρωτοσπαθάριος ὁ Κρατερός, καὶ Κάλλιστος τουρμάρχης καὶ Κωνσταντῖνος δρουγγάριος καὶ Βασσόης, καί τινες ἄρχοντες τῶν ταγμάτων, οἳ παρὰ τοῦ πρωτοσυμβούλου ἀναγκασθέντες ἀρνή225 σασθαι τὴν αὐτῶν πίστιν, καὶ τούτου μὴ πεισθέντος ξίφει τὰς ἑαυτῶν κεφαλὰς ἀπετμήθησαν, ἀντὶ προσκαίρου ζωῆς τὴν αἰώνιον ἀγαπήσαντες. ὁ δὲ τὴν αἰσχρὰν σωτηρίαν τῆς καλλίστης ἀνταλλαξάμενος, ὁ τοῦ φιλοσόφου Λέοντος μαθητὴς προσρυεὶς τῷ ἀμερουμνῆ ἠρωτήθη παρ' αὐτοῦ περὶ τῆς ἐπιστήμης αὐτοῦ. ὁ δὲ εἶπεν μαθητὴν εἶναι τοῦ φιλοσόφου Λέοντος. οὗτος τε ὅστις ὁ Λέων καὶ ὁποῖον αὐτὸν ἐπεθύμει ἰδεῖν. καὶ δή τινα τῶν αἰχμαλώτων δοὺς γράμματα πρὸς Λέοντα τὸν φιλόσοφον ἀπέστειλεν ἐν Κωνσταντινουπόλει, ὑποσχόμενος αὐτῷ ὅτι εἰ ἐξέλθοι πρὸς ἐκεῖνον, αὐτὸν εἶναι ἐν τιμῇ. ὁ δὲ Λέων τὰ γράμματα ἀπολαβών, καὶ φοβηθεὶς μή πως διαγνωσθῇ, ἀνήγαγεν αὐτὰ Θεοφίλῳ τῷ βασιλεῖ. ὁ δὲ γνοὺς τὰ τῆς αὐτοῦ ἐπιστήμης, προσλαβόμενος αὐτὸν εἶχεν ἐν τῷ παλατίῳ τῆς Μαναύρας, παραδοὺς αὐτῷ διδάσκειν καὶ μαθητάς, παρέχων αὐτῷ τὰ πρὸς ὑπηρεσίαν ἅπαντα· ὃς καὶ μητροπολίτης ἐν Θεσσαλονίκῃ γέγονεν. Ὁ δὲ αὐτὸς βασιλεὺς τὸν Τρίκογχον ἐν τῷ παλατίῳ καὶ τὸ λεγόμενον Σίγμα καὶ τὰς ἀναβάθρας ἔνθα οἱ δῆμοι ἵστανται στήσας, καὶ φιάλην ἐν ᾗ γίνεται τὸ Σαξιμοδέξιμον λεγόμενον, τῶν ἵππων ἀμφοτέρων τῶν μερῶν διερχομένων μετὰ χρυσῶν σαγισμάτων. ὑπὸ δὲ τὸν Τρίκογχον κάτωθεν διὰ μηχανῆς ἐποίησεν τὸ λεγόμενον