1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

72

εἰς κάλλος, ἀλλ' οἵ γε διψῶντες ἐπεμφοροῦνται τοῦ νάματος, οὐκ εἰς τὰς κύλικας ἀφορῶντες, ἀλλὰ τὸν οἶνον θαυμάζοντες. 8.5 Τοῦτο πάντες ἄνθρωποι δρῶντες διατελοῦσι· καὶ τῶν θείων ἀπολαύοντες ῥείθρων, οὐ μόνον οὐ κωμῳδοῦσι τῶν ἀποστόλων τὰς γλώττας, ἀλλὰ καὶ ἄγαν θαυμάζουσιν, ὅτι δὴ λόγων στωμύ λων ὄντες ἀμύητοι, καὶ οἱ μὲν ἁλιεύειν παιδόθεν μεμαθηκότες, οἱ δὲ τελωνικοῖς ἐργαστηρίοις προσηδρευκότες, ἄλλοι δὲ σκυτο τομικὴν μεταχειρίσαντες τέχνην, ἀπεφάνθησαν ἐξαίφνης θείων λόγων διάκονοι καὶ δωρεῶν ἐπουρανίων διανομεῖς, καὶ σωτῆρες ἀλεξίκακοι καὶ φωστῆρες φανότατοι, οὐχ ἓν ἔθνος φωτίζοντες, 8.6 ἀλλ' ὅσαπερ ὁ ὁρώμενος ἥλιος. Ἄγανται δὲ διαφερόντως ἅπαντες καὶ θαυμάζουσιν, ὅτι δὴ καὶ τεθνεῶτες ἐπιτελοῦσιν, ἅπερ δὴ καὶ περιόντες εἰώθεσαν ἐνεργεῖν, μᾶλλον δὲ πολλῷ μείζονα καὶ λαμπρότερα τὰ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν παρ' ἐκείνων τελού μενα. Ἡνίκα μὲν γὰρ μετὰ τῶν σωμάτων ἐπολιτεύοντο, νῦν μὲν παρὰ τούτους, νῦν δὲ παρ' ἐκείνους ἐφοίτων, καὶ ἄλλοτε μὲν Ῥωμαίοις, ἄλλοτε δὲ Ἱσπανοῖς ἢ Κελτοῖς διελέγοντο· ἐπειδὴ δὲ πρὸς ἐκεῖνον ἐξεδήμησαν, ὑφ' οὗ κατεπέμφθησαν, ἅπαντες αὐτῶν ἐνδελεχῶς ἀπολαύουσιν, οὐ μόνον Ῥωμαῖοι, καὶ ὅσοι γε τὸν τούτων ἀγαπῶσι ζυγὸν καὶ ὑπὸ τούτων ἰθύνονται, ἀλλὰ καὶ Πέρσαι καὶ Σκύθαι καὶ Μασσαγέται καὶ Σαυρομάται καὶ Ἰνδοὶ καὶ Αἰθίοπες, καὶ ξυλλήβδην εἰπεῖν ἅπαντα τῆς οἰκουμένης τὰ 8.7 τέρματα. Τὰ γὰρ δὴ τούτων ξυγγράμματα, ἁπλᾶ γε ὄντα καὶ τῆς Ἑλληνικῆς γεγυμνωμένα λαμπρότητος, καὶ μὲν δὴ καὶ σμικρὰ καὶ ὀλίγα, πᾶσιν ἀνθρώποις ἐστὶν ἀξιέραστα, πλὴν ὑμῶν καὶ εἴ τις ὑμῖν παραπλησίως τὴν τῆς ἀπιστίας κατακεχυμένην ἔχων ἀχλύν, ἰδεῖν οὐκ ἐθέλει τῆς ἀληθείας τὴν αἴγλην. Οὐ μόνον δὲ τῆς Ἑλληνικῆς ταῦτα κομψείας γεγύμνωται, ἀλλὰ καὶ τῶν πραγμάτων, ὧν πέρι διδάσκει, τὴν φύσιν οὐ σεμνήν τινα ἔχει καὶ περιφανῆ καὶ περίβλεπτον. 8.8 Οὐ γὰρ ὁρωμένην τινὰ τοῖς θιασώταις ἐπιδείκνυσι βασιλείαν, ἁλουργίδι κοσμουμένην καὶ στεφάνῳ λαμπρυνομένην καὶ τῷ τῶν ἀσπιδηφόρων καὶ δορυφόρων καὶ πλήθει καὶ μεγέθει σεμνυνο μένην καὶ τόσην ἔχουσαν στρατιὰν καὶ στρατηγοὺς ἀριστεύειν ἐν πολέμοις δεδιδαγμένους καὶ τἄλλα, ὅσα πολυθρυλήτους τοὺς κεκτημένους ποιεῖ, ἀλλὰ σπήλαιον καὶ φάτνην καὶ παρθένον χερνῆτιν καὶ βρέφος εὐτελέσι σπαργάνοις ἐνειλημένον καὶ ἐπὶ κενῆς ἐρριμμένον τῆς φάτνης καὶ χωρίον ἄδοξον καὶ σμικρόν, ἐν ᾧ ταῦτα ἐγένετο, καὶ αὖ πάλιν πενίαν αὐξηθέντος τοῦ βρέφους καὶ πεῖναν καὶ δίψος καὶ τὸν ἐξ ὁδοιπορίας πόνον καὶ μετὰ ταῦτα τὸ παρὰ πάντων ᾀδόμενον πάθος, τὰς ἐπὶ κόρρης πληγάς, τὰς κατὰ νώτου μάστιγας, τὸ ἰκρίον, τοὺς ἥλους, τὴν χολήν, τὸ ὄξος, 8.9 τὸν θάνατον. Ἀλλ' ὅμως ταῦτα καὶ τὰ τοιαῦτα διηγούμενα τῶν ἀποστόλων τὰ ξυγγράμματα ἔπεισεν ἅπαντας ἀνθρώπους, ὅτι υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς προαιώνιος καὶ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς ὁ τὴν ἀνθρωπείαν ὑποδὺς φύσιν καὶ διὰ ταύτης τὴν τῶν ἀνθρώπων πραγματευσάμενος σωτηρίαν. Καὶ οὐχ ἁπλῶς ἔπεισεν, ἀλλὰ τοσαύτην γε πίστιν τοῖς πλείστοις ἐντέθεικεν, ὡς ἥδιστα τὸν ὑπὲρ τῶνδε τῶν δογμάτων καταδέξασθαι θάνατον καὶ τοῖς ἀρνηθῆναι κελεύουσιν ἥκιστα μὲν προέσθαι τὰς γλώττας, προτεῖναι δὲ τὰ νῶτα τοῖς ἐθέλουσι μαστιγοῦν καὶ λαμπάσι καὶ ὄνυξι τὰς πλευρὰς καὶ τοὺς αὐχένας ὑποθεῖναι τοῖς ξίφεσι καὶ ἀποτυμπανισθῆναι προθύμως καὶ ἀνασκινδυλευθῆναι, καὶ μέντοι καὶ ἐμπρησθῆναι καὶ θῆρας ἀγρίους ἰδεῖν θοινωμένους τὰ σώματα. 8.10 Τῷ τοι καὶ ἄσβεστον αὐτοῖς ὁ ἀγωνοθέτης ἐδωρήσατο κλέος καὶ μνήμην νικῶσαν τοῦ χρόνου τὴν φύσιν· μαραίνειν γὰρ δὴ οὗτος ἅπαντα πεφυκώς, τὴν τούτων ἀμάραντον διετήρησε δόξαν. Καὶ αἱ μὲν γενναῖαι τῶν νικηφόρων ψυχαὶ περιπολοῦσι τὸν οὐρα νόν, τοῖς ἀσωμάτων χοροῖς ξυγχορεύουσαι· τὰ δὲ σώματα οὐχ εἷς ἑνὸς ἑκάστου κατακρύπτει τάφος, ἀλλὰ πόλεις καὶ κῶμαι ταῦτα διανειμάμεναι σωτῆρας καὶ ψυχῶν καὶ σωμάτων καὶ ἰατροὺς ὀνομάζουσι καὶ ὡς πολιούχους τιμῶσι καὶ φύλακας· καὶ χρώμενοι πρεσβευταῖς πρὸς τὸν τῶν ὅλων δεσπότην, διὰ τούτων 8.11