72
εἰσελήλυθεν· εἶτα φοβηθεὶς τὰς τῶν ἀλλοφύλων ἐπιβουλὰς, κορυβαντιᾷν ἐσκήψατο, καὶ τούτῳ τῷ 80.1104 τρόπῳ τῆς σωτηρίας τετύχηκεν. Ἀλλ' οὐδεμίαν ἔχει πρὸς τήνδε τὴν ὑπόθεσιν τοῦ ψαλμοῦ συμφωνίαν τὰ ῥήματα· ἁρμόττει δὲ τοῖς εἰρημένοις, ὡς αὐτίκα σὺν Θεῷ φάναι δειχθήσεται. βʹ. "Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ· δια παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου." Καὶ φεύγων, φησὶ, καὶ διώκων, καὶ ἐν εὐκληρίᾳ καὶ δυσ κληρίᾳ, τὸν ἐμὸν ∆εσπότην ὑμνῶ. γʹ. "Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου." Αὐτὸς ἐμὲ καὶ πεποίηκε περιφανῆ, καὶ ποιήσει περίβλεπτον. "Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. [δʹ]. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσω μεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό." Οὐκ ἀνέχεται μόνος ὑφῆναι τὸν ὕμνον, ἀλλὰ τοὺς κοινωνοὺς τῆς πραότητος κοινωνοὺς ποιεῖται τῆς ὑμνῳδίας· εἶτα τῆς εὐχαριστίας ὑποδείκνυσι τὴν αἰτίαν εʹ. "Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με." Ἱκέτευσα, φησὶν, αὐτὸν, καὶ κρείττων ἐγενόμην τῶν συμφορῶν. ʹ. "Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ." Ὁ γὰρ μετὰ πίστεως αὐτῷ προσιὼν, φωτὸς ἀκτῖνας δέχε ται νοεροῦ. Οὕτω καὶ Μωσῆς ὁ μέγας τὸ ὁρώμε νον πρόσωπον ἐδοξάσθη· τοῦτο καὶ ἤδη προείρηκεν ὁ ∆αβίδ·" Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε." Οὕτω προτρέψας τοὺς ὁμοτρόπους, ἀρχέτυπον αὐτοῖς προτίθησιν ἑαυτόν. ζʹ. "Οὗτος ὁ πτωχὸς ἐκέκραξε· καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ· καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν." Μάθετε, φησὶν, ἐκ τῶν κατ' ἐμὲ, θαῤῥεῖν τῷ τῶν ὅλων Θεῷ. Εὐτελῆ γὰρ ὄντα με καὶ προβατέα, τῆς οἰκείας προμηθείας ἠξίωσε, καὶ κρείττονα τῶν πολεμούντων ἀπέφηνεν. ηʹ. "Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς." Τούτοις συμφωνεῖ καὶ τοῦ Ἀποστόλου τὰ ῥήματα· περὶ γὰρ τῶν ἀγγέλων οὕτω φησίν· "Οὐχὶ πάντες εἰσὶ λει τουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" Οὕτω καὶ ὁ μακάριος Ἰακὼβ προσευχόμενος ἔφη· "Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν." Οὕτω καὶ ὁ πατριάρχης Ἀβραὰμ πρὸς τὸν θαυμάσιον οἰκέτην ἔφη· "Κύριος ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὑτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν." Οὕτως ὁ μακάριος λέγει Ζαχαρίας· "Ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί." 80.1105 θʹ. "Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἁνὴρ, ὃς ἐλπίζει ἐπ' αὐτόν." Εἰρηκὼς, "Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε," προ τρέπει "καὶ γεύσασθε." Τῇ πείρᾳ, φησὶ, μάθετε τὴν ἀγαθότητα τοῦ ∆εσπότου· μακαρισμὸν γὰρ ἐντεῦθεν τρυγήσετε. Ἰστέον μέντοι ὡς τοῖς πάλαι Ἰουδαίοις ἡ εἰρημένη ἁρμόττει διάνοια. Ὁ δέ γε ἐν τῷ βάθει τοῦ γράμματος κρυπτόμενος νοῦς, τῶν θείων μυστηρίων τὴν χάριν αἰνίττεται. ∆ιὰ γὰρ τοῦ παναγίου βαπτίσματος ὁ ἀληθὴς φωτισμὸς τοῖς προσιοῦσι προσγίνεται, καὶ τῆς ζωοποιοῦ τροφῆς ἡ γεῦσις τὴν ἀγαθότητα τοῦ Σωτῆρος δείκνυσιν ἐν αργῶς. Τί γὰρ οὕτως αὐτοῦ σαφῶς τὴν φιλανθρω πίαν ὑποδείκνυσιν, ὡς σταυρὸς, καὶ τὸ πάθος, καὶ ὁ ὑπὲρ ἡμῶν γενόμενος θάνατος, καὶ τὸ γενέ σθαι τῶν οἰκείων προβάτων τροφὴν ὁμοῦ καὶ πηγήν· ιʹ, ιαʹ. "Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐ τοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦν τες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγα θοῦ." Σύμφωνα δὲ καὶ ταῦτα τοῖς ἄνω ῥηθεῖσι· παραινεῖ γὰρ τοῖς ἤδη τὸν ἁγιασμὸν διὰ τοῦ βα πτίσματος δεξαμένοις, φόβῳ τὴν ἀγάπην κεράσαι, καὶ τῶν ἀγαθῶν τὴν ἀφθονίαν ἀναμένειν παρὰ μόνου Θεοῦ. Ὁ γὰρ πλοῦτος πολλὰς ἔχει μεταβο λάς· καὶ ὁ σήμερον πλούσιος, εἰς πενίαν μετ' ὀλίγον μετέπεσε. Καὶ Ἰουδαῖοι δὲ πάλαι τοῦ Θεοῦ τὴν κηδεμονίαν πλουτήσαντες, ἐπτώχευσαν [καὶ ἐπείνασαν ἀπιστήσαντες]. Τὰ δὲ πιστεύσαντα ἔθνη παρὰ τοῦ Θεοῦ τῶν ἀγαθῶν τὴν ἀφθονίαν ἐδέξατο. ιβʹ, ιγʹ. "∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;" Καὶ προτε θεικὼς, οἷόν τι ἆθλον ἀξιέραστον,