72
παρεμβολῆς ἑπτὰ ἡμέρας, ἐκ θεοῦ δῆλον ὅτι κινούμενος, λέγων οὕτως· πᾶς ὁ ἀνελὼν ψυχὴν καὶ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν. ὅθεν μοι δοκεῖ ὁ Μέγας Βασίλειος ἀφορμηθείς, μᾶλλον δὲ θεοπνευσθείς, δίδωσι τὸ τῆς τριετίας ἐπιτίμιον καὶ ὡς ἂν οἰκονομήσῃ ὁ διδούς· ἐνδεχομένη γὰρ καὶ οὐκ ἀναγκαίως κατὰ τὸ κείμενον πάντως ἡ τῶν τοιούτων δόσις. Ἔρρωσο ἐν Κυρίῳ, υἱέ μου ποθητέ, εὐχόμενος περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ τοῦ συμπροσαγορεύοντός σε ἀγαπητοῦ τέκνου μου, σοῦ δὲ ἀδελφοῦ, Γρηγορίου. 52 {1Φιλίππῳ διακόνῳ}1 Μὴ οἴου με, ὦ ἱερὲ ἄνερ, κλείειν τὴν πύλην τῆς μετανοίας (Ναυατιανῶν γὰρ τὸ ἔργον), ἀλλὰ μὴ βούλεσθαι ἀνοίγειν θύραν τῆς ἁμαρτίας τοῖς βουλομένοις. ἦ γὰρ οὐχὶ τοιοῦτον, ὅπερ διὰ τῶν προτέρων σου γραμμάτων δεδήλωκας, τὸ τὴν νεάνιδα εὐξαμένην εὐχήν, εἰ ἀναρρωσθείη ὁ μνήστωρ, νυμφευθῆναι Χριστῷ, εἶτα, ἐπειδὴ ἀνέσφηλεν ἐκεῖνος, ἐθέλουσαν αὐτῷ συναφθῆναι ἐπ' ἀθετήσει τοῦ δευτέρου, ζητεῖν πρὸς τοῦτο ἴαμα; κάλλιστα τοίνυν ἀπεκρίθημέν σοι, καὶ οὐχ οἷόν τε ἄλλως ἀποδιδόναι λόγον τὸν ἀνθρώπων τὰ θεοῦ προκρίνοντα. τίς γὰρ ἂν καὶ δοίη ἐπιτίμιον τὸν μήπω ἡμαρτηκότα πλὴν τοῦ βούλεσθαι; ἢ τίς ἰατρὸς πρὸ νόσου μοτοῖ, καὶ οὐχὶ μᾶλλον εἴργει μὴ νοσηλεῦσαι τὸν ἐπὶ τοῦτο ῥέποντα; καί γε ἰατρείας ὅρος, ἢ τὴν ὑπάρχουσαν ὑγιείαν περιφυλάξαι ἢ τὴν ἀποῦσαν ἀνακαλέσασθαι. ἄλογον δέ, σύγγνωθι, τὸ μὴ ἤδη παροῦσαν, ἀλλὰ μελετωμένην νόσον ἰατρεύειν ὡς οὖσαν· οὐ γὰρ ἰητροῦ, ἀλλὰ πτωματιστοῦ τὸ δρᾶμα, ὑφελκομένου προσεμπαρῆναι εἰς πάθος αὐτὸ τὸ ἔτι ἀπαθές. τοιοῦτον οἴου καὶ τὸ τῆς παιδός. καὶ οὔπω λέγω ὅτι καὶ τὸ ἀγαθόν τι ἐνθυμηθῆναί τινα, μὴ τοῦτο εἰς πέρας ἄγοντα ὑφέξειν κρίμα, καθὰ ὁ θεῖος Βασίλειος διωρίσατο. ἐνταῦθα δὲ οἱονεὶ καὶ ἔργον προύβηκεν τὸ βουλευθὲν διὰ τῆς αἰτήσεως καὶ θείας συντεύξεως. Φείδοισθε οὖν, ὦ φιλούμενοι, τὰ τοιαῦτα παίζειν, ἀκούοντες τοῦ λέγοντος, ἀγαθὸν μὴ εὔξασθαι ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. οὐχὶ μένον ἔμενέν σοι; φησίν· τί ὅτι ἐψεύσω τῷ Πνεύματι τῷ Ἁγίῳ; καὶ τὸ ἑξῆς πάρειμι διὰ τὸ δύσφημον. καὶ οὐχ ὅτι καταφρονητικῶς ἔχω τῆς παιδὸς (φείδομαι γὰρ αὐτῆς ὡς τῆς κόρης μου τοῦ ὀφθαλμοῦ, καὶ δι' ἑαυτὴν ἐφιεμένην ἐκτῆς εὐτελείας μου θεραπεύεσθαι καὶ διὰ τὴν κυρίαν τὴν μητέρα, ἢν σέβω καὶ περιέπω ὡς τὴν ἐμὴν ὁσίαν μητέρα), ἀλλὰ τὸ κρίμα δεδοικώς, ὃ παρασταίη ἐν ἡμέρᾳ κρίσεως ἑκάστῳ, τῷ τε ἐρωτῶντι καὶ τῷ ἀποκρινομένῳ· ὡς οὐκ ἐκφευκτέον μέχρι καὶ ἀργοῦ τοῦ τυχόντος ῥήματος μὴ δώσειν ἡμᾶς λόγον τῷ ἀδεκάστῳ κριτῇ. εἰ μὲν οὖν μήπω ἔζευκται ἡ νεᾶνις, ὁ αὐτὸς ἡμῖν λόγος καὶ οὐκ ἄλλος ἐναντίον θεοῦ καὶ ἀνθρώπων, ὃν καὶ ὑμᾶς εὐλαβεῖσθαι χρεών. εἰ δὲ συνέζευκται (φεῦ τῆς ἐμῆς ταλαιπωρίας), δηλωτέον, καὶ τότε δώσομεν τὸ ἐπιτίμιον· οὐδὲν γὰρ ἀθεράπευτον τοῖς ἰαθῆναι βουλομένοις. 53 {1Στεφάνῳ ἀναγνώστῃ καὶ τοῖς σὺν αὐτῷ}1 Γράμματα ἐδεξάμην τῆς θεοζήλου ἀγάπης σου, τῇ μὲν ἐπιγραφῇ ἐξ ἑνός, τῇ δὲ δυνάμει ἐκ διαφόρων μοι προσώπων ἐπεσταλμένα. εἴτε γοῦν ἐξ ἑνὸς εἴτε ἐκ πλειόνων, ὀφειλέτης εἰμὶ ἐρωτηθείς, καθ' ὅσον οἷόν τε τῇ ἀμαθίᾳ μου, ἀξιόλογον τὴν ἀπόκρισιν ἀποδοῦναι. ἐκεῖνο δέ μοι πρῶτον, ὅτι, ὧν κατεπᾳδόμην παρὰ τῆς πολυυμνήτου γλώττης σου, ξένος ἐγὼ ἐπαίνων, ἁμαρτωλὸς ὑπάρχων καὶ ἀκατόρθωτον τὸν βίον κεκτημένος. εἰ δέ τι γέγονεν, θεοῦ τὸ δῶρον, διὰ μὲν τῆς τοῦ γεννήσαντός με πνεύματι πατρὸς εὐχῆς κεχαρισμένον, δι' ὑμῶν δὲ τῶν τῆς εὐσεβείας ἐραστῶν ἱκετηρίας πρὸς τὸ ἑξῆς φυλαχθησόμενον ἀπήμαντον. δεύτερον, οὐκ οἶδ' ὅπως τὴν ἐξηγορίαν ποιήσομαι, μὴ εὐκρινῶς προαχθείσης τῆς πεύσεως· ὅλως τὸ ζητούμενον εἰς Ταράσιον τὸν πατριαρχήσαντα περιίστασθαι ὑπολελόγισμαι. Ἐγὼ μὲν οὖν καὶ ἔκπαλαι περὶ τοῦ προταθέντος οὐκ ἀμελῶς ἔσχον, πολλὰ συστραφεὶς ἐν ἐμαυτῷ καὶ ἀναθεωρήσας τῶν πραγμάτων τὰς ἐκβάσεις. καὶ μέντοι καὶ τοὺς ὑπὲρ τοῦ καλοῦ ἐνισταμένους καὶ πολλοῖς χρόνοις τληπαθήσαντας