1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

72

περὶ τῆς εἰρήνης ποιοῦνται συνθήκας, ἐν μεθορίοις γενόμενοι τοῦ Ἀμμουδίας καὶ τοῦ Μάρδης φρουρίου, καὶ γράμμασι αὐτὰ βεβαιώσαντες. καὶ τοῦτο τέλος ἔσχεν ὁ Περσικὸς Ἀναστασίου πόλεμος κατὰ τὸ πεντεκαιδέκατον ἔτος τῆς αὐτοῦ βασιλείας. τριετίαν μὲν κρατήσας, μᾶλλον δὲ τῶν ἔμπροσθεν πολέμων τὴν Περσῶν λυμηνάμενος γῆν, εἰς τοῦτο τὸ τέλος τοῦ πεντεκαιδεκάτου ἔτους τῆς Ἀναστασίου βασιλείας ἔληξεν. Ἰωάννου δὲ τοῦ ἐπισκόπου Ἀλεξανδρείας τελευτήσαντος, Ἰωάννης ὁ Νικαιώτης ἐχειροτονήθη ἀντ' αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει ἐκέλευσεν Ἀναστάσιος, καὶ ἐχωνεύθησαν πολλὰ χαλκουργήματα, ἐξ ὧν ἔστησεν ὁ μέγας Κωνσταντῖνος. ἐποίησε δὲ ἐξ αὐτῶν στήλην ἰδίαν, ἣν ἔστησεν εἰς τὸν κίονα τοῦ Ταύρου. ἡ γὰρ πρώην ἑστῶσα Θεοδοσίου τοῦ μεγάλου ἔπεσεν ἀπὸ σεισμοῦ καὶ συνετρίβη. Κόσμου ἔτη εϠϟθʹ. Τῆς θείας σαρκώσεως ἔτη υϟθʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιϛʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ϛʹ. Κωνσταντ ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ιαʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. δʹ. Ἀλεξανδρείας ἐπίσκ. Ἰωάννης ὁ Νικαιώτης ἔτη ιαʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. ηʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ἀνεθεὶς τῶν πολέμων Μακεδόνιον τὸν πατριάρχην διαστρέψαι ἐκ τῆς ὀρθοδόξου πίστεως ἔσπευδεν. πολλοὶ δὲ τῶν ἐπισκόπων Ἀναστασίῳ χαριζόμενοι τῇ ἐν Χαλκηδόνι συνόδῳ ἀντέπιπτον, ὧν πρώτιστος ἦν Ἐλευσίνιος ὁ Σασίμων. Μανιχαῖον δέ τινα ζωγράφον Συροπέρσην ἀπὸ Κυζίκου Ἀναστάσιος ἤγαγεν ἐν σχήματι πρεσβυτέρου, ὃς ἀλλότρια τῶν ἐκκλησιαστικῶν ἁγίων εἰκόνων ἐτόλμησε γράψαι φασματώδη ἐν τῷ παλατίῳ Ἑλενιανῶν καὶ ἐν τῷ ἁγίῳ Στεφάνῳ Αὐρηλιανῶν γνώμῃ τοῦ βασιλέως χαίροντος 150 τοῖς Μανιχαίοις, ὅθεν καὶ στάσις τοῦ λαοῦ γέγονε μεγάλη. τὸν ἔπαρχον ἐν ταῖς συνάξεσι καὶ ἐν ταῖς λιταῖς τότε ἐπενόησεν ἀκολουθεῖν ὁ βασιλεύς. ἐφοβεῖτο γὰρ τῶν ὀρθοδόξων τὰς ἐπαναστάσεις· καὶ ἐγένετο εἰς ἔθος. Ξεναΐαν τὸν μανιχαιόφρονα ἤγαγεν Ἀναστάσιος εἰς τὸ Βυζάντιον, τὸν καὶ Φιλόξενον, ὡς ὁμόφρονα. Μακεδόνιος δὲ οὔτε κοινωνίας οὔτε λόγου αὐτὸν ἠξίωσεν, τοῦ κλήρου καὶ τῶν μοναχῶν καὶ τοῦ λαοῦ κατ' αὐτοῦ ταραττομένων. ὅθεν καὶ λάθρα τῆς πόλεως αὐτὸν ἐξήγαγεν Ἀναστάσιος. Ἀχόλιον δέ τινα Μακεδόνιος σπασάμενον κατ' αὐτοῦ μάχαιραν ἐξ ὑποβολῆς τῶν ἐχθραινόντων αὐτόν, μηνιαίας ἀνόνας προσέταξεν αὐτὸν λαμβάνειν, ἐπαινεθεὶς τῆς πρᾳότητος. τοῦτο δὲ καὶ εἰς ἐνδεεῖς ἱεροσύλους ἔπραξεν. Τῷ δ' αὐτῷ ἔτει ἀνεφάνη τις ἀνὴρ χυμευτὴς ὑπάρχων φοβερός, Ἰωάννης ὀνόματι, ἐν Ἀντιοχείᾳ ἐπιθέτης, ὃς λάθρα εἰσερχόμενος εἰς τὰ ἀργυροπρατεῖα ὑπεδείκνυε τοῖς ἀργυροπράταις χεῖρας ἀνδριάντων χρυσᾶς καὶ πόδας καὶ ἄλλα ζώδια λέγων· ὅτι "θησαυρὸν εὗρον γέμοντα ταῦτα·" καὶ ἠπάτησε πολλοὺς καὶ ἐκόμβωσεν ἐπαρὼν πολλὰ χρήματα· καὶ λαθὼν ἔφυγε καὶ εἰσελθὼν ἐν Κωνσταντινουπόλει ἐκόμβωσε κἀκεῖ πολλούς· ὥστε γνόντα τὸν βασιλέα κρατῆσαι αὐτόν. ὁ δὲ προσήνεγκε τῷ βασιλεῖ χαλινὸν ἵππου ὁλόχρυσον διὰ μαργαριτῶν· καὶ τοῦτον λαβὼν ὁ βασιλεὺς λέγει αὐτῷ· "ὄντως ἐμὲ οὐ κομβώνεις." καὶ ἐξώρισεν αὐτὸν εἰς τὴν Πέτραν, τὸ φρούριον τῆς Ἀσίας, καὶ ἐκεῖ ἐτελεύτησεν. ϛʹ. φʹ. ιζʹ. ιγʹ. ζʹ. ιβʹ. εʹ. βʹ. θʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς ἐτείχισε τὸ ∆αρᾶς χωρίον ὂν τῆς Μεσοποταμίας μέγα καὶ ὀχυρόν, μέσον τῶν ὅρων κείμενον Ῥωμαίων τε καὶ Περσῶν, καὶ ἐποίησεν ἐκκλησίας καὶ ὄρια ἀπόθετα σίτου καὶ κιστέρνας ὑδάτων καὶ ἐμβόλους, ὀνομάσας αὐτὸ Ἀναστασιούπολιν. ἔκτισε δὲ καὶ δύο δημόσια λουτρὰ καὶ ἔδωκεν αὐτῇ δίκαια πόλεως. 151 Κόσμου ἔτη ϛαʹ. Τῆς θείας σαρκώσεως ἔτη φαʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιηʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιδʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ηʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης