73
αὐτὸν δὲ ὡς θεὸν ἐθρήσκευσαν. τούτῳ τῷ ὑποδείγματι καὶ οἱ λοιποὶ ἐκεῖσε τοὺς κεραυνῷ θνῄσκοντας ὡς θεοφιλεῖς θάπτοντες ναοῖς τιμῶσιν καὶ τῶν τεθνεώτων ἰδίων μορφῶν ἱστᾶσιν ἀγάλματα. ἐντεῦθεν ὁμοίως ἐζήλωσαν καὶ τῶν κατὰ τόπους οἱ δυναστεύσαντες, ὧν οἱ πλεῖστοι τῶν αὐτοῖς ἠγαπημένων καὶ μὴ κεραυνῷ θνῃσκόντων τοὺς τάφους ναοῖς καὶ ξοάνοις τιμῶντες καὶ βωμοὺς ἀνάπτοντες ὡς θεοὺς προσκυνεῖσθαι προσέταξαν. πολλῷ δὲ ὕστερον διὰ τὸν πολὺν χρόνον ὑπὸ τῶν μετα- γενεστέρων ὄντως θεοὶ εἶναι ἐνομίσθησαν. ὅμως τῆς ὑπαρχῆς μιᾶς οὔσης, βασιλείας πολλαὶ διαιρέσεις τοῦτον ἐγένοντο τὸν τρόπον. Πέρσαι πρῶτοι τῆς ἐξ οὐρανοῦ πεσούσης ἀστραπῆς λαβόντες ἄνθρακας τῇ οἰκείᾳ διεφύλαξαν τροφῇ, καὶ ὡς θεὸν οὐράνιον προτιμήσαντες τὸ πῦρ, ὡς πρῶτοι προσκυνήσαντες ὑπ' αὐτοῦ τοῦ πυρὸς πρῶτοι βασιλείας τετίμηνται. μεθ' οὓς Βαβυλώνιοι ἀπὸ τοῦ ἐκεῖ πυρὸς ἄνθρακας κλέ- ψαντες καὶ διασώσαντες εἰς τὰ ἑαυτῶν καὶ προσκυνήσαντες καὶ αὐτοὶ ἀκολούθως ἐβασίλευσαν, Aἰγύπτιοι δὲ ὁμοίως πράξαντες καὶ τὸ πῦρ ἰδίᾳ διαλέκτῳ Φθάε καλέσαντες, ὃ ἑρμηνεύεται Ἥφαιστος, οὗ τῷ ὀνόματι καὶ ὁ παρ' αὐτοῖς πρῶτος βασιλεύσας προσαγορεύεται. τοῦτον μὲν οὖν τὸν τρόπον χρησάμενοι καὶ οἱ κατὰ τόπον βασιλεύ- σαντες καὶ ἵδρυμα ποιήσαντες καὶ βωμοὺς εἰς τιμὴν τοῦ πυρὸς ἀν- άψαντες τῆς μὲν βασιλείας οἱ πλεῖστοι ἀπεσβέσθησαν, τοῦ δὲ τὰ ξόανα σέβειν οὐκ ἐπαύσαντο διὰ τὴν κακὴν τῶν μάγων ἐπίνοιαν εὑρόν- των αὐτοῖς προφάσεις κρατεῖν αὐτοὺς πρὸς τὴν ματαίαν λατρείαν δυνα- μένας· ἱδρύσαντες γὰρ αὐτὰ μαγικαῖς τελεταῖς ἑορτὰς αὐτοῖς ὥρισαν ἔκ τε θυμάτων, σπονδῶν, αὐλῶν τε καὶ κρότων, ὧν προφάσει οἱ ἀνόητοι ἀπατώμενοι, καίτοι τῆς βασιλείας αὐτῶν ἀφαιρεθείσης, αὐτοὶ τῶν παρ- ελθουσῶν θρησκειῶν οὐκ ἀπολείπονται· ἐπὶ τοσοῦτον τῆς ἀληθείας διὰ τὴν ἡδυπάθειαν προετίμησαν τὴν πλάνην. οἳ καὶ μετὰ μέθην παρα- βώμιον ἐπολολύζουσιν, τῆς ψυχῆς ἐκ βάθους ὥσπερ δι' ὀνείρων αὐτοῖς τὴν μέλλουσαν ἐπὶ ταῖς τοιαύταις αὐτῶν πράξεσιν προαγγελλούσης τιμω- ρίαν. Πολλῶν οὖν ἐν βίῳ παρελθουσῶν θρησκειῶν πάρεσμεν φέροντες ὑμῖν (οἱ ἀγαθοὶ ἔμποροι) ἐκ προγόνων ἡμῖν παραδοθείσης καὶ φυλαχθεί- σης θρησκείας ὡς σπέρματα φυτῶν, δεικνύντες καὶ ἐπὶ τῇ ὑμετέρᾳ κρίσει καὶ ἐξουσίᾳ τιθέντες. τὸ ὑμῖν δοκοῦν ἐπιλέξασθε. ἐὰν μὲν οὖν τὰ ἡμέτερα ἕλησθε, οὐ μόνον δαίμονας καὶ τὰ ἐκ δαιμόνων πάθη φυγεῖν δυνήσεσθε, ἀλλ' αὐτοὶ αὐτὰ φυγαδεύοντες καὶ ἱκετευόμενοι ὑπ' αὐτῶν καὶ τῶν εἰσαεὶ ἐσομένων ἀγαθῶν ἀπολαύσετε. ἐπείγε τοὐν- αντίον ἐν μὲν τῷ νῦν βίῳ ὑπὸ δαιμόνων ἀλλοκότοις πάθεσιν ἐνυβριζό- μενοι, ἐπὶ τῇ ἐκ τοῦ σώματος ἀπαλλαγῇ καὶ τὰς ψυχὰς εἰσαεὶ κολα σθησομένας ἕξετε, τὰ ἀληθῆ οὐ θεοῦ καταδικάζοντος, ἀλλὰ κακῶν πρά- ξεων τοιαύτην ἐχουσῶν κρίσιν. οἱ γὰρ δαίμονες διὰ τῆς αὐτοῖς ἀπο- δοθείσης τροφῆς ἐξουσίαν ἔχοντες ὑπὸ τῶν ὑμετέρων χειρῶν εἰς τὰ ὑμέτερα εἰσκρίνεται σώματα. ἐνδομυχήσαντες γὰρ πολλῷ τῷ χρόνῳ καὶ τῇ ψυχῇ ἀνακίρνανται. καὶ διὰ τὴν ἀμέλειαν τῶν ἑαυτοῖς βοηθεῖν