73
σθέντας τῷ μύρῳ. Ἔστι τοίνυν τὸ μὲν βάπτισμα εἰς τὸν θάνατον τοῦ Υἱοῦ διδόμενον, τὸ δὲ ὕδωρ ἀντὶ ταφῆς, τὸ ἔλαιον ἀντὶ Πνεύματος ἁγίου, ἡ σφραγὶς ἀντὶ τοῦ σταυροῦ, τὸ μύρον βεβαίωσις τῆς ὁμολογίας. Τοῦ Πατρὸς ἡ μνήμη ὡς αἰτίου καὶ ἀποστολέως, τοῦ Πνεύματος ἡ συμπαράληψις ὡς μάρτυρος. Ἡ κατάδυσις τὸ συναποθανεῖν, ἡ ἀνάδυσις τὸ συναναστῆναι. Πατὴρ ὁ ἐπὶ πάντων Θεός, Χριστὸς ὁ μονογενὴς Θεός, ὁ ἀγαπητὸς Υἱός, ὁ τῆς δόξης Κύριος, Πνεῦμα ἅγιον ὁ παράκλητος τὸ ὑπὸ Χριστοῦ πεμπόμενον καὶ ὑπ' ἐκείνου διδασκόμενον καὶ ἐκεῖνον κηρύττον. Ὁ δὲ βαπτιζόμενος ὑπαρχέτω ἀλλότριος ἀσεβείας πάσης, ἀνενέργητος πρὸς ἁμαρτίαν, φίλος Θεοῦ, ἐχθρὸς διαβόλου, κληρονόμος Πατρός, συγκληρονόμος δὲ τοῦ Υἱοῦ αὐτοῦ, ἀποτεταγμένος τῷ σατανᾷ καὶ τοῖς δαίμοσιν καὶ ταῖς ἀπάταις αὐτοῦ, ἁγνός, καθαρός, ὅσιος, θεοφιλής, υἱὸς τοῦ Θεοῦ, προσευχόμενος ὡς υἱὸς πατρὶ καὶ λέγων ὡς ἀπὸ κοινοῦ τοῦ τῶν πιστῶν συναθροίσματος οὕτως· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ·ῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. Ἔστωσαν δὲ καὶ οἱ διάκονοι ἐν πᾶσιν ἄμωμοι ὡς καὶ ὁ ἐπίσκοπος, μόνον δὲ εὐσκυλτότεροι, ἀνάλογοι πρὸς τὸ πλῆθος τῆς Ἐκκλησίας, ἵνα καὶ τοῖς ἀδυνάτοις ὑπηρετεῖσθαι δύνωνται ὡς ἐργάται ἀνεπαίσχυντοι· καὶ ἡ μὲν γυνὴ τὰς γυναῖκας σπουδάζουσα θεραπεύειν, ἀμφότεροι δὲ τὰ πρὸς ἀγγελίαν, ἐκδημίαν, ὑπηρεσίαν, δουλείαν, ὡς καὶ περὶ τοῦ Κυρίου Ἡσαΐας ἔλεγεν φάσκων· «∆ικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς.» Ἕκαστος οὖν τὸν ἴδιον γνωριζέτω τόπον καὶ ἐκτελείτω αὐτὸν σπουδαίως, ὁμοφρόνως, ὁμοψύ χως, γινώσκοντες τὸν τῆς διακονίας μισθόν. Ἔστωσαν δὲ καὶ ἀνεπαίσχυντοι εἰς τὸ ὑπηρετεῖσθαι τοῖς δεομένοις, ὡς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐκ ἦλθεν διακονη θῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· οὕτως οὖν καὶ αὐτοὺς δεῖ ποιεῖν. Κἂν δέῃ ψυχὴν ὑπὲρ ἀδελφοῦ ἀποθέσθαι, μὴ διστάσωσιν· οὐδὲ γὰρ ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος Ἰησοῦς ὁ Χριστὸς ἐδίστασεν τὴν ψυχὴν αὐτοῦ θείς, ὡς αὐτὸς ἔφη, ὑπὲρ τῶν φίλων αὐτοῦ.