αὐτοῦ σπανίως μὲν ἐπιτολή ἡ ἐντολή, ὡς ἐπὶ πολὺ δὲ ἐπιστολή πλεονασμῷ τοῦ ˉσ, ἐπεὶ καὶ αὐτὸ τὸ ἐπιτέλλειν ἐπιστέλλειν εὑρίσκεται. (ῃ. 48) Τοῦ δὲ «ἐρυκέμεν» πρωτόθετον τὸ ἐρύειν, ὅ ἐστιν ἑλκύειν. ὡς γὰρ ἐπὶ πολὺ ἐρύονται ἵπποι καὶ τὰ τοιαῦτα ἐν τῷ κωλύεσθαι. [Σαφέστερον δὲ εἰπεῖν, τὰ ὁπωσοῦν ἐρυόμενα, ἤγουν ἑλκόμενα, ζῷα ἐπέχονται τοῦ θέειν ἄνετα. ἴσως δὲ καὶ παρὰ τὸ ἐρύω, τὸ φυλάσσω, γίνεται τὸ ἐρύκω, οὗ παράγωγον τὸ ἐρυκάκω καὶ ἐρυκακέω, ὧν χρῆσις πολλαχοῦ.] (ῃ. 49) Περὶ δὲ πρυλέων, ὅ ἐστι πεζῶν, προγέγραπται. Τὸ δὲ «θωρηχθέντες» διασαφητικόν ἐστι τοῦ «σὺν τεύχεσι» καὶ ὡς οἷον ταὐτολογεῖ. (ῃ. 50) Ἐν δὲ τῷ «βοὴ ἄσβεστος», εἰ μὲν ἐπὶ κραυγῆς νοήσει τις τὴν βοήν, οὐκ ἀγαθή ἐστιν ἡ τροπή, ἐὰν δὲ μάχη νοηθείη ἡ βοή, ἔχεται λόγου. καυστειρὸς γὰρ καὶ πυρόεις ὁ πόλεμος, ὅθεν καὶ δηΐς, ἡ μάχη, παρὰ τὸ δαίω, τὸ καίω. διὸ καλῶς ὁ ἐπὶ πολὺ ἐκκαιόμενος 3.150 πόλεμος ἄσβεστος ἂν βοὴ λέγοιτο. Τοῦ δὲ «ἠῶθι πρό», ἤγουν ἐκ πρωΐας, ὁ σχηματισμὸς κατὰ τὸ «Ἰλιόθι πρό», καὶ «οὐρανόθι πρό». (ῃ. 52-5) Ὅτι κυδοιμόν, ὡς ἀνωτέρω ἐρρέθη, ὄρσας κακὸν ὁ Ζεὺς καθῆκεν ὑψόθεν ἑέρσας, ὅ ἐστι δρόσους, «αἵματι μυδαλέας ἐξ αἰθέρος», δι' ὧν ἐδήλου πολὺν ὄλεθρον καὶ χύσιν αἵματος ἔσεσθαι Τρώων τε καὶ Ἑλλήνων. Φησὶ γοῦν «οὕνεκ' ἔμελλε πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν», ὅπερ παρῴδηται ἀπὸ τοῦ «πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψε». (ῃ. 55) Καὶ ὅρα τὸ κεφαλάς, χρήσιμον ὂν εἰς τὸ «Τεῦκρε φίλη κεφαλή», καὶ «τοίην γὰρ κεφαλὴν ποθέω», ὡς ἀδιάφορον ὂν ψυχὴν εἰπεῖν ἢ κεφαλήν. τοῦτο δὲ διὰ τὸ δοκεῖν ἐν κεφαλῇ ἱδρῦσθαι τὸ τῆς ψυχῆς θειότατον. Ἰστέον δὲ ὡς τοιαῦτα ἐρεῖ Ὅμηρος καὶ ἐν τοῖς ἑξῆς, ὅπου τὸν Σαρπηδόνα ὁ Πάτροκλος ἀναιρεῖ, ἔνθα τὸ ἑέρσας αἵματι μυδαλέας ψιάδας αἱματοέσσας ἐρεῖ. Φασὶ δὲ οἱ παλαιοὶ οὐ μόνον τέρας εἶναι τοῦτο, ἀλλὰ καὶ ἄλλως εἰκότως καὶ κατὰ φύσιν γενέσθαι. ἐπεὶ γὰρ ἔπληθον αἵματος οἱ περὶ Τροίαν τόποι, ἀναγκαίως καὶ αἱ δρόσοι αἱματώδεις εἰσὶν ὡς ἐκ τῶν ἐκεῖ οὖσαι ἀναθυμιάσεων. καὶ τοῦτο μὲν τοιοῦτον. Λέγεται δὲ ὑπ' ἄλλων καί τι καινότερον. περὶ γὰρ τὰ Ἀρμένια ὄρη καὶ χιόνες, φασίν, ἐρυθραὶ καταρρήγνυνται διὰ τὸ ἐκ μιλτώδους γῆς ἀναθυμιάσεις τοιαύτας ἀναφερομένας ὅμοιον ἀποτελεῖν τὸν πίπτοντα νιφετόν. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Τεθεώρηται δὲ οὐ πρὸ πολλοῦ καὶ τῆς Μακεδόνων γῆς περὶ τὸν εἴτε Ἄξιον εἴτε Βαρδάριον καταρραγεῖσα ὕφαιμος ἁδρὰ χάλαζα, [σημαίνουσα, ὡς ἔοικε, δεινά. ὧν ἡ πεῖρα μετ' οὐ πολὺ κατήραξεν ἐπ' ἀπωλείᾳ τῆς γείτονος πόλεως.] Ὡς δὲ καὶ ποταμοί ποτε ἔρρευσαν αἵμασιν, ἱστόρηται καὶ αὐτό. [Οὕτω δὲ καὶ ὅτι οὐ μόνον εἰς αἷμα χρῴζονται ὕδατα πολλάκις, ὡς καὶ τὸ ὕδωρ τῆς ἐν Βαβυλῶνι, φασί, λίμνης ἐρυθρὸν ἐπί τινας ἡμέρας γίνεται, ἀλλὰ καὶ εἰς ἑτεροίας χρόας. αὐχμῶν γοῦν, φασί, γενομένων ποτὲ περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ ἦν φαῦλον καὶ αὐτὸ τέρας. πολλοὶ γὰρ τῶν Αἰγυπτίων ἀπώλοντο. Καὶ τὸ τοῦ Βορυσθένους δέ, φασί, κατά τινας χρόνους ἰοβαφὲς ὁρᾶται. Εἰ δέ τισιν ὕδασι καὶ πράσιον ὦπται συμβεβηκὸς χρῶμα, ἀλλ' αὐτὸ οὐ σημεῖον, πάθος δὲ ἀπὸ γῆς φυμάτων τοιουτοχρόων.] (ῃ. 53) Ἰστέον δὲ ὡς, εἰ κατὰ κοινὴν ἐτυμολογίαν ἔρση, ἡ δρόσος, γίνεται ἀπὸ τοῦ ἄρδω, ἄρσω, ὡς τὰ περὶ γῆν 3.151 ποτίζουσα, ἢ ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ σεύεσθαι, ψιλοῖτο ἂν καὶ αὐτὴ καὶ ἡ ἀπ' αὐτῆς 3.151 κατὰ πλεονασμὸν γινομένη ἐέρση. πρὸς ὅπερ ἀντιφωνεῖ τὸ «λωτόν θ' ἑρσήεντα», καὶ τὸ «χωρὶς δ' αὖθ' ἕρσαι», ὡς ἐν Ὀδυσσείᾳ κεῖται. ἀπὸ τούτων γὰρ δασύνεσθαι ἡ ἕρση δείκνυται. διὸ ἔστιν εἰπεῖν ὡς ἀπὸ τοῦ ῥέζω, τὸ πράττω, γίνεται κατὰ μετάθεσιν ἕρζω, καὶ ἐξ αὐτοῦ ἕρση καὶ ἑέρση, ἡ ἀνυστικὴ καὶ δραστική, ἵνα οὕτω δασύνοιντο διὰ τὴν θεματικὴν δασεῖαν. (ῃ. 54) Μυδαλέαι δὲ αἱ δίυγροι ὡς ἀπὸ τοῦ ὕδατος, ὅθεν καὶ τὸ μυδᾶν. (ῃ. 56-60) Ὅτι καὶ τῶν Τρωϊκῶν ἡγεμόνων τοὺς μὲν δίχα ἐπιθέτων προάγει, τοὺς δὲ μετὰ ἐπιθέτων, τὸν μὲν Ἕκτορα μέγαν ὀνομάζων, ἀμύμονα δὲ τὸν Πολυδάμαντα, δῖον δὲ τὸν Ἀγήνορα, τὸν δὲ Ἀκάμαντα ἠΐθεον, ἐπιείκελον ἀθανάτοισι, περὶ δὲ Αἰνείου περιφραστικῶς λέγων, ὅτι Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, ἤγουν τῷ δήμῳ τῶν