δακρύουσα. οὐδὲ τὸ κάλλος ἐκφαίνουσα. ἄντα δὲ παρειάων σχομένη λιπαρὰ κρήδεμνα. τουτέστι κρηδέμνῳ καλυπτομένη τὰς παρειάς. ἔχουσα δὲ καὶ ἀμφιπόλους δύο ἐφεπομένας συνετάς. καὶ ἐν τοῖς ἑξῆς δὲ, συχνὰ ἐπιφαίνεται τοῖς μνηστῆρσι, ψυχαγωγοῦσα καὶ διαπεταννύουσα τὰς ἐκείνων ψυχὰς, καὶ μετεωρίζουσα ταῖς ἐλπίσιν. ἵνα μὴ τῷ ἄγαν ἔρωτι ἐνισχόμενοι καὶ μὴ δὲ πρὸς μόνην θέαν τῆς ἐρωμένης ἐπαπολαύοντες, παράβολόν τι τολμήσωσι. καὶ ὅτε οὖν μελετᾶν μάθοι τοὺς μνηστῆρας τὸν τοῦ παιδὸς θάνατον, φησὶν ὁ ποιητής. ἡ δὲ, ἄλλο ἐνόησε. μνηστήρεσσι φανεῖναι. καὶ Ὀδυσσέως δὲ ἐλθόντος, ἐπιφαίνεται. καὶ δῶρα παρέλκει τῶν μνηστήρων. καὶ Ὀδυσσεὺς χαίρει τῷ ἔργῳ. Ἰστέον δὲ ὅτι τὸ, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, παραφράσασα ἡ τραγῳδία, ἔφη. οὐ προκαλυπτομένη βοστρυχώδεος ἁβρὰ παρηΐδος. ἤγουν οὐ καλύψασα τὴν τοῦ προσώπου ἁβρότητα. (ῃερς. 334.) Ὅτι ἐν τῷ, ἔστη παρὰ σταθμὸν τέγεος, σταθμὸν μὴν λέγει τὴν παραστάδα, ἢ τὴν βάσιν τοῦ οὐδοῦ. τέγος δὲ, τὸν ὅλον δόμον ἀπὸ μέρους ἀναγκαιοτάτου τοῦ στέγους. ὅπερ οἷον κεφαλή ἐστιν οἴκου. καθὰ καὶ τὸν ἄνθρωπον ἀπὸ τῆς κεφαλῆς λαλεῖ, οὐ μόνον ἐν τῷ, Τεῦκρε φίλη κεφαλὴ, 1.64 καὶ ἐν τῷ, φίλης κεφαλῆς ὀλετῆρα, καὶ, Ἑκτορέης κεφαλῆς ἄποινα, ἀλλὰ καὶ ἐνταῦθα ἐν τῷ, τοίην γὰρ κεφαλὴν ποθέω. ἤτοι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι σταθμὸς λέγεταί ποτε, καὶ οἴκημα εὐτελὲς ἀγροτικόν. καὶ ζωοστάσιον. καὶ ὄργανον σταθμήσεως. Καὶ ὅτι τὸ τέγος, κατ' ἔλλειψίν ἐστι τοῦ σίγμα, ὥσπερ τὸ σμικρὸν μικρόν. ἡ δὲ χρῆσις τοῦ τέγους, καὶ παρὰ Θουκυδίδῃ. ἀναβάντες ἐπὶ τὸ τέγος καὶ διελόντες τὴν ὀροφὴν, ἔβαλλον τῷ κεράμῳ. εἰκὸς δὲ καὶ ἄλλως, ἀπὸ τοῦ τέγγω γίνεσθαι τέγος. εἶτα πλεονασμῷ, στέγος. τέγγεται γὰρ ὑετοῖς πρὸ τῶν ἄλλων τὸ στέγος. οὕτω δὲ προϋπόκειται καὶ ὁ μικρὸς καθὰ καὶ ὁ μικός. εἶτα ἐπιτείνεται διὰ τοῦ ζμικρὸς ἤγουν ζαμικρός. καὶ διὰ τὸ εὐσύντακτον τῶν στοιχείων, σμικρός. (ῃερς. 335.) Ὅτι ἐν τῷ, ἄντα παρειάων σχομένη ὡς ἐῤῥέθη λιπαρὰ κρήδεμνα, ἐμφαίνεται ὡς οὐ μόνον δεσμός ἐστι κεφαλῆς τὸ κρήδεμνον, ἀλλὰ καὶ καταπέτασμά τι πλατὺ, εἴπερ καὶ εἰς παρειὰς καθέλκεται καὶ ἐπικαλύπτει αὐτάς. Τὸ δὲ σχομένη, μέσου ἀορίστου δευτέρου ἐστὶν ὡς ἀπὸ τοῦ ἔσχον ἐνεργητικοῦ. Ἰστέον δὲ ὅτι τὲ τὸ, ἄντα παρειάων σχομένη κρήδεμνα, ταυτόν ἐστι τῷ, παρακαλυψαμένη ὑπὸ αἰδοῦς. καὶ ὅτι τοῦ σχομένη, ἐν χρήσει ἐστὶ καὶ ὁ μέσος ὁ, ἐσχόμην. ἐξ οὗ καὶ τὸ σχέσθαι καὶ ἀνασχέσθαι. αὐτῶν δὲ προϋπάρχει, τὸ σχεῖν. ᾧ πολλαὶ προθέσεις κολλώμεναι, ἀποτελοῦσι διάφορα σημαινόμενα χρηστὰ τοῖς ῥητορεύουσι. Λιπαρὰ δὲ λέγει, τὰ λευκὰ ὥς φασιν οἱ παλαιοὶ καὶ λεῖα καὶ εὐαφῆ, καθ' ὁμοιότητα τοῦ λίπους. ἢ λιπαρὰ, ὁποῖα φοροῖεν ἂν αἱ λιπῶσαι τουτέστιν αἱ τρυφῶσαι καὶ μὴ κατ' ἄλλον λόγον νήλιποι. τὸ γὰρ λιπαρὸν, καὶ ἐπὶ τρυφώντων τίθεται. ὡς ἐν τῷ, αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα. τρυφῶντας γάρ τινας ἱστορῶν, τοῦτο φησὶν ὁ ποιητής. Κρήδεμνον δὲ, ἔστι μὲν κεφαλῆς δέμα, ἢ δέμνιον. λέγεται δέ που καὶ κεφαλῆς ἐπίκρανον τραγικώτερον. ὡς δὲ καὶ πίθου κρήδεμνον λέγεται τὸ περὶ αὐτὸν πῶμα, δηλώσει Ὅμηρος ἐν τοῖς ἑξῆς. ἡ δὲ τραγῳδία, καὶ τειχέων λέγει κρήδεμνα, τὰς περὶ αὐτὰ στεφάνας. τροπικὰ δὲ ταῦτα. πίθου τὲ γὰρ κεφαλὴ ὥσπερ καὶ χείλη, τὰ ἐκείνου ἄνω ἄκρα, καὶ τείχους δὲ ὁμοίως. οὕτω δὲ καὶ γυναικός. διὸ προσαρμόττει τούτοις, ἡ τοῦ κρηδέμνου λέξις. τῷ δέ γε τείχει, καὶ αἱ στεφάναι ὡς οἱ στέφανοι τῇ γυναικί. (ῃερς. 336.) Ὅτι ἀμφίπολος κεδνὴ, ἡ συνετὴ καὶ κηδεμονική· ἀπὸ τοῦ κήδω κηδανὴ καὶ συστολῇ καὶ συγκοπῇ, κεδνή. οὕτω δὲ καὶ φίλοι κεδνότατοι ἐν Ἰλιάδι, οἱ ὡς αὐτὸς ἀλλαχοῦ λέγει, κήδιστοι. οὐ μόνον δὲ ἀμφίπολος κεδνὴ ὡς καὶ ἐν τοῖς ἑξῆς ἡ Εὐρύκλεια, ἀλλὰ καὶ γυνὴ κεδνή. ὡς τὸ, ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τῖε. τὸ δὲ κεδνὴ, καὶ κεδνὰ εἰδυῖα μετ' ὀλίγα ἐρεῖ, περιφράσας. τὴν δ' αὐτὴν καὶ πυκιμήδεα ὀνομάζει. ὃ σύστοιχόν ἐστι τῷ, πυκινὰ καὶ πεπνυμένα μήδεα εἰδέναι. (ῃερς. 338.) Ὅτι οἰκεῖον ῥηθῆναι πρός τινα λόγιον πένθιμα λαλοῦντα τὸ, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, τούτων ἕν τι ἄειδε.