73
παρελθόντας, ἐξαίφνης δὲ μήτ' αὐτοὶ προϊδόν 1.207 τες συνέμιξαν βασιλεῖ. γενομένης δὲ μάχης καρτερᾶς, οἱ μὲν βάρβαροι μαχόμενοι παραβόλως, ἔπεσον πάντες, οἱ βασιλικοὶ δὲ αὐτοὶ καὶ οἱ ἵπποι πλὴν ὀλίγων ἐτραυματίσθησαν πάντες, ἀπέθανε δὲ οὐδείς· ἵππους δὲ ἀπέβαλον πολλούς. ἐτρώθη δὲ καὶ ὁ βασιλεὺς τὸν πόδα ὀϊστῷ, ὅ, τε ἵππος αὐτοῦ πληγεὶς ἑπτάκις, μετὰ μικρὸν ἀπέθανε τῆς μάχης. ὁ δὲ μέγας δομέστικος ὀλίγου ἐδέησε μαχόμενος πεσεῖν. περισχόντες γὰρ αὐτὸν πολλοὶ τῶν βαρβάρων, τὸν μὲν ἵππον κατετραυμάτισαν ἐπὶ τοσοῦτον, ὡς μηκέτι δύνασθαι κινεῖσθαι· αὐτὸν δὲ ὀϊστοῖς τε καὶ κοντοῖς καὶ λίθοις ἔπληξαν πολλάκις. οὐδὲν δὲ αὐτῶν ἠδυνήθη καθικέσθαι, τῶν ὅπλων ἀντισχόντων, καίτοι γε τῶν μηρῶν καὶ βραχιόνων ὄντων γυμνῶν· τόν τε παρὰ τὴν ζώνην ἀκινάκην ἥρπασαν αὐτοῦ, καὶ τὰ τῶν ἱματίων ἄκρα διέῤῥηξαν τοῖς ἑλκυσμοῖς, αὐτὸς δὲ παραδόξως ἀμυνόμενος διεσώθη, μηδὲ τραυματισθείς. μετά τε τὴν νίκην πολλοὺς ἔλεγεν ἀγῶνας καὶ μεγάλους ἐκ παιδικῆς ἡλικίας διηνυκέναι, οὐδὲ ἅπαξ δὲ ἐν χρῷ κινδύνου παρὰ τοσοῦτον γεγενῆσθαι. οὕτω μὲν οὖν οἱ βάρβαροι πάντες ἔπεσον παρὰ τὴν μάχην. ὁ βασιλεὺς δὲ εἰς ∆ιδυμότειχον ἐλθὼν, πονήρως ἀπὸ τοῦ τραύματος ἐπὶ πολὺν διετέθη χρόνον. περὶ δὲ συγκομιδὴν τοῦ σίτου μάλιστα τοῦ αὐτοῦ ἔτους ὁ τῶν Μυσῶν βασιλεὺς Μιχαὴλ τῷ νέῳ βασιλεῖ Ἀνδρονίκῳ ἠθέλησε συγγενέσθαι. τῷ δὲ τοῦτο μὲν οὐκ ἦν καθ' ἡδονὴν διὰ τὸ τὸν πόδα ἔτι ἀπὸ τοῦ τραύματος ἀλγεῖν, ὅμως μέντοι τῷ βασιλεῖ καὶ πάππῳ τὰ τοῦ 1.208 πράγματος ἀναθεὶς, ἐπεὶ ἐπέτρεπεν ἐκεῖνος, εἰς Τζερνομιάνους ἅμα γυναικὶ ἐλθόντι τῷ Μιχαὴλ, συνεγένετό τε καὶ συνδιέτριψεν αὐτοῖς ὁ βασιλεὺς ἐφ' ἡμέραις ὀκτώ· συνησθέντες δὲ ἀλλήλοις οἱ βασιλεῖς, μετὰ τοῦτο διελύθησαν ἑκάτερος ἐπ' οἴκου. εἰς ∆ιδυμότειχον δὲ Ἀνδρόνικος ὁ βασιλεὺς ἐλθὼν, παρὰ τῶν ἐν Βυζαντίῳ φίλων εὗρεν ἄγγελον ἀφιγμένον, ὅτι βασιλεὺς ὁ πρεσβύτερος ἀπό τινων τεκμηρίων καὶ λόγων εὔδηλός ἐστι πολεμησείων, ἀπαγγέλλοντα πρὸς αὐτόν. ὅπερ ἀκούσας ὁ βασιλεὺς, ἐξεπέπληκτο μὲν εὐθὺς τὴν ἀτοπίαν τῆς ἀγγελίας, ἠπίστησε δὲ ὅμως. τοῖς δὲ φίλοις ἐκέλευεν ἀπαγγέλλειν, ὡς αὐτὸς μὲν πολλὴν ἂν αὐτοῖς τῆς εἰς αὐτὸν εὐνοίας εἰδείη χάριν, διὰ δὲ τὸ σφόδρα μὴ βούλεσθαι τὰ τοιαῦτα τοῖς λεγομένοις ἀπιστεῖν· δέον δὲ αὐτοὺς πάνυ φιλοῦντας ἀκριβεστάτῃ βασάνῳ τὸ πρᾶγμα δοῦναι, καὶ ὅ, τι ἂν φανῇ σαφὲς ἀπαγγέλλειν. τοῖς μὲν οὖν ἐν Βυζαντίῳ φίλοις ὁ βασιλεὺς ἐπέσκηπτε τοιαῦτα. ἅμα δὲ δομεστίκῳ τῷ μεγάλῳ καὶ πρωτοστράτορι συνελθόντες, ἀνηρεύνων, εἴ τι συνειδεῖεν ἑαυτοῖς ἄξιον πολέμου εἰργασμένοις, ὃ καὶ τὸν βασιλέα τὴν εἰρήνην ἂν πείσειε καταλῦσαι· πολλά τε καὶ πολλάκις τὸν ἄχρι τότε χρόνον ἐξετάσαντες ἀπὸ τῶν σπονδῶν, τῷ βασιλεῖ μὴ οὔτ' ἐκ προφανοῦς, οὔτ' ἐξ ἀδήλου προφάσεως εὕρισκον προσκεκρουκέναι. ᾠήθησαν δὲ ὅμως ἀπὸ τοιαύτης αἰτίας ἐνδέχεσθαι πρόφασιν τὸν πόλεμον ἂν σχεῖν. μγʹ. Τῷ πρώτῳ βεβασιλευκότι Ῥωμαίων Παλαιολόγῳ τῷ Μιχαὴλ ἄῤῥενες τρεῖς γεγέννηνται παῖδες, οὗτός τε ὁ μετ' αὐ 1.209 τὸν βεβασιλευκὼς Ἀνδρόνικος καὶ Κωνσταντῖνος ὁ ἐν τῇ πορφύρᾳ τεχθεὶς καὶ Θεόδωρος τρίτος, καὶ θυγατέρες τοσαῦται. τοῖς μὲν οὖν ἄλλοις ἄλλοι γεγέννηνται παῖδες, καθάπερ ἐν ἀρχῇ τῆς ἱστορίας ἐδήλωσε φθάσας ὁ λόγος, τῷ πορφυρογεννήτῳ δὲ Κωνσταντίνῳ ὁ Παλαιολόγος Ἰωάννης μονογενὴς γεγέννηται παῖς· ᾧ Μετοχίτης ὁ μέγας λογοθέτης ἐξέδωκε τὴν θυγατέρα Εἰρήνην πρὸς γάμον, τῇ τοῦ πανυπερσεβάστου πρὸς τοῦ θείου καὶ βασιλέως ἀξίᾳ τετιμημένῳ. οὗτος δὴ ὁ πανυπερσέβαστος οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς Θεσσαλονίκης τε καὶ τῶν ἄλλων ἑσπερίων πόλεων ἐπιτροπεύσας, τά τε ἄλλα διῴκει ᾗ αὐτῷ ἐδόκει ἄριστα εἶναι, καὶ τῷ τῶν Τριβαλῶν ἄρχοντι Στεπάνῳ τῷ Κράλῃ Μαρίαν τὴν αὐτοῦ κατηγγύησε θυγατέρα· οὗ δὴ γενομένου, νοῦν ἔσχε τῷ τῶν Τριβαλῶν ἄρχοντι προσχωρῆσαι ὄντι κηδεστῇ, ὡς ἂν τῇ ἐκείνου δυνάμει χρώμενος συμμαχοῦντος, ὧν ἐπετρόπευε πόλεων ὅσας ἂν οἷόν τε ᾖ φρουραῖς κατασχὼν καὶ ἰδιοποιησάμενος, ἰδίαν ἑαυτῷ καταστήσῃ δυναστείαν, ἀποστήσας βασιλέως. ὁ μὲν οὖν τοιαῦτά τε