73
γὰρ ∆αβίδ "λίθον ον ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες" εφη, "ουτος ἐγενήθη εἰς κεφαλὴν γωνίας," καὶ ὁ ̔Ησαΐας ἐκ προσώπου φησὶ τοῦ θεοῦ "ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον." καὶ ὁ μέγας Παῦλος ἀκρογωνιαῖον καλεῖ τὸν Χριστόν, ἐφ' ῳ ἐποικοδομηθῆναι τοὺς πιστεύσαντας εγραψε. καὶ πάλιν λέγει "θεμέλιον ετερον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ος ἐστιν ̓Ιησοῦς Χριστός." καὶ αυθις ἑτέρωθι "επινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ην ὁ Χριστός." καὶ πέτρα δὲ σκανδάλου καὶ λίθος προσκόμματος λέγεται, καὶ πολλαχοῦ αν εὑρεθείη λίθος καὶ πέτρα κεκλημένος ὁ κύριος. τὸ δ' ανευ χειρῶν τμηθῆναι τὴν ὑπὲρ φύσιν αὐτοῦ γέννησιν προεδήλου, τὴν ανευ σπορᾶς, τὴν γαμικῆς ὁμιλίας χωρίς. ορος μὲν γὰρ ἡ τοῦ ̓Ιούδα νομισθείη φυλή, ἐξ ης ὁ ∆αβίδ· λίθος δὲ ὁ Χριστός, τμηθεὶς ἐξ αὐτῆς κατὰ τὸ ἀνθρώπινον· ανευ δὲ χειρῶν, οτι μὴ κατὰ τοὺς φυσικοὺς προῆλθε θεσμούς, ἀλλ' ἐξ ἀπειράνδρου καὶ ἁγίας γαστρός. ος μικρὸς μὲν ἐδόκει πρότερον διὰ τὴν φύσιν τῆς ἀνθρωπότη1.184 τος, προϊὼν δὲ τὴν οἰκουμένην πᾶσαν τῆς οἰκείας δόξης ἐπλήρωσε, καὶ ετι μᾶλλον πληρώσει κατὰ τὴν μέλλουσαν αὐτοῦ ἐπιφάνειαν. ̔Ο μὲν ουν προφήτης τό τε ἐνύπνιον τῷ Ναβουχοδονόσορ ἀπήγγειλε καὶ τὴν τούτου σύγκρισιν ἀνεκάλυψεν, ὁ δὲ θαυμάσας ἐπὶ πρόσωπον επεσε καὶ τῷ ∆ανιὴλ προσεκύνησε καὶ θύειν αὐτῷ διετάξατο, οὐκ ἐκείνῳ τὴν απασαν ἀπονέμων τιμὴν ὁ ἀλαζὼν ἐκεῖνος καὶ ὑπερήφανος, ἀλλὰ τῷ παρ' ἐκείνου θρησκευομένῳ θεῷ. εφη γάρ "ἐπ' ἀληθείας ὁ θεὸς ὑμῶν ουτός ἐστι θεὸς θεῶν καὶ κύριος βασιλέων καὶ ἀποκαλύπτων μυστήρια." δώματά τε αὐτῷ παρέσχε πολλά, καὶ πάσης τῆς Βαβυλῶνος κατέστησεν αρχοντα, καὶ Βαλτάσαρ αὐτὸν ἐπωνόμασε, τὴν προσηγορίαν αὐτῷ θέμενος τοῦ οἰκείου θεοῦ. Ειτα χρύσεον ἀνδριάντα στήσας πήχεων μὲν τὸ υψος ἑξήκοντα, πλάτος δὲ εξ, συνεκάλεσεν ἐξ ἁπάσης αὐτοῦ τῆς ἀρχῆς τοὺς πρώτους, προστάξας, οταν ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα, τοὺς δ' ἀπειθήσαντας εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον, ην ἐκεῖ μεγάλην ἐξέκαυσε καὶ σφοδράν. πάντων ουν προσκυνούντων οἱ τρεῖς νεανίαι, ους συγγενεῖς τοῦ ∆ανιὴλ ἡ ἱστορία παρέδωκε, μὴ παραβῆναι τὰ πάτρια θέλοντες οὐ προσεκύνησαν. καὶ οἱ μὲν εἰς τὴν κάμινον αὐτίκα ἐβλήθησαν· τὸ δὲ πῦρ ἐκείνων οὐχ ηψατο, ἀλλ' ἑστῶτες ἐν μέσῳ τῆς ἀνυποστάτου φλογὸς ἐκείνης υμνον ἀνέπεμπον τῷ θεῷ. συνειστήκει δὲ τοῖς τρισὶν ἐκείνοις καὶ τέταρτος· αγγελος δ' ην συγκαταβὰς αὐτοῖς καὶ 1.185 τὸν φλογερὸν ἐκεῖνον ἀέρα μετατρέπων εἰς αυραν δροσώδη. ταῦτα ἐξέστησαν τὴν θηριώδη ψυχὴν τοῦ βασιλέως ἐκείνου καὶ ἀτεράμονα, καὶ τὸν τῦφον ἀφεὶς πρόσεισι καὶ ἐξ ὀνόματος τοὺς νεανίας καλεῖ καὶ τὸν θεὸν αὐτῶν εὐλογεῖ, καὶ τοὺς ανδρας ἐκείνους τιμῆς ἀξιοῖ καὶ ἡγεμόνας τῶν ἐν Βαβυλῶνι πάντων ̓Ιουδαίων καθίστησιν. ̔Ορᾷ δὲ μετ' ὀλίγον ὁ ̓Ασσύριος ἐκεῖνος ἐνύπνιον ετερον. δένδρον ἑώρα μέγα τε καὶ τῆς γῆς περιέχον τὰ πέρατα, φύλλοις ὡραϊζόμενον καὶ βρῖθον καρπῷ. ὑπ' αὐτὸ δὲ κατεσκήνουν τὰ θηρία τὰ αγρια, καὶ τὰ πετεινὰ ἐν τοῖς κλάδοις κατῴκει αὐτοῦ. ειτα Ιρ ειδεν οὐρανόθεν ἐλθόντα καὶ ἐν ἰσχύϊ φωνήσαντα "ἐκκόψατε τὸ δένδρον, καὶ τοὺς κλάδους αὐτοῦ ἐκτίλατε, καὶ τὰ φύλλα ἐκτινάξατε, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ, πλὴν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῆς γῆς καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐτόν." ταύτην ἰδὼν τὴν οψιν συγκαλεῖ πάλιν τοὺς μάγους καὶ τοὺς σοφοὺς Βαβυλῶνος καὶ ζητεῖ μαθεῖν τὰ δι' αὐτῆς σημαινόμενα. ἠπόρουν δ' ἐκεῖνοι καὶ οὐκ ειχον λέγειν τοῦ ἐνυπνίου τὴν δήλωσιν. ειτα πάλιν καταφεύγει ἐπὶ τὸν ∆ανιὴλ καὶ διηγεῖται αὐτῷ τὸ ἐνύπνιον καὶ ἠξίου λέγειν τὸ σύγκριμα· "δύνασαι γάρ" φησίν, "οτι πνεῦμα θεοῦ αγιον ἐν σοί." ὁ δέ "κύριέ μου" φησί "βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε." ειτα τὴν σημασίαν ἐξηγεῖται αὐτῷ καί φησι "τὸ δένδρον τὸ μέγα, ο