73
θύελλαι καὶ συστροφαὶ ἀνέμων. Αρσεων. βασταγμάτων. ̓Αρτάβη. μέτρον Μηδικὸν σίτου· ̓Αττικὸς μέδιμνος. ̓Αρτυλία. διαθήκη. Αρτεμισ. ἡ σελήνη. παρὰ τὸν ἀέρα τέμνειν. ̓Αρτηρία. παρὰ τὸ τὸν ἀέρα τηρεῖν, τουτέστι τὸ πνεῦμα, ἀεροτηρία τὶς ουσα· πνεύματος γάρ ἐστι δεκτική. ̔Αρπαγή. ἡ βιαία κυρίως ἀφαίρεσις. ̓Αρτιέπειαι. αἱ ἀπαρτισμένα καὶ τέλεια λέγουσαι. ̓Αρύταινα. χαλκοῦν σκεῦος, ἐν ῳ τὸ ελαιον ἐγχέουσιν εἰς τοὺς λύχνους. ̓Αρχαιρεσία. ἡ περὶ ἀρχῶν ἐκλογή. καὶ ἀρχαιρεσίη τὸ πρὸς χάριν πολλῶν ζῇν, η τὸ alpha.301 ἐπιδόσεις χρημάτων ποιεῖσθαι. ουτως ̔Ηρόδοτος. ̓Αρχή. ἡ ἐξουσία καὶ ἡ τιμή. ὡς τό· ου ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ωμου αὐτοῦ. ἀρχὴ ἡ μὲν φυσικὴ, ὡς λέοντος ἐν ζώοις καὶ ἀετῶν ἐν ὀρνέοις, ἡ δὲ χειροτονητὴ, ὡς ἐπὶ βασιλέως ἀνθρώπων. ̓Αρχήν. τὰ πρῶτα, παρευθύ. Ναρσῆν μὲν γὰρ οὐδὲ τὴν ἀρχὴν ὑποστήσεσθαι ῳοντο. ̓Αρχή. τῶν γεγονότων αἰτία πάντων. ̓Αρχιειρεσία. κωπηλασία. ̓Αῤῥωδία. φόβος. Αῤῥωδοσ. ονομα πόλεως. ̔Αρματοτροχία. ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ. ̓Αρχή. ἡ πρώτη κίνησις. ὡς· ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια. ἀπὸ γὰρ τῶν δικαίων πράξεων πρῶτον κινούμεθα εἰς τὸν μακάριον βίον. (Οὐδέτερον.) Αῤῥατον. ἰσχυρὸν, στερεόν. ουτως Πλάτων. ̓Αράχνειον νῆμα καὶ ἀράχνιον. τὰ ὑφάσματα τῆς ἀράχνης. οιον· alpha.302 ἠΰτ' ἀράχνια λεπτά-. παρὰ τὸ ἀραιὸν τὸ λεπτὸν, η παρὰ τὸ ἀράσσω ἀράχνιον, ὡς δέμνω δέμνιον. η τὸ ἐνηρμοσμένον. χνοῦς γὰρ ἐστὶν ὁ ἐνηρμοσμένος καὶ ὑφανθείς. ̓Αραιόν. ου τὰ μόρια διάστασιν τινὰ πρὸς αλληλα εχει. πυκνὸν δὲ, ου τὰ μόρια ἐγγὺς ἀλλήλων κεῖται. τὸ δὲ ἀραιὸν οἱ πλείονες ψιλοῦσιν· οὐ δὲ δασύνεται, ὡς οιμαι. ̓Αργαριζεῖν. εθνος. ̓Αργαῖον. τὸ Καισαρείας ορος. Αργεμον. τὸ κατὰ πάθος γενόμενον λεύκωμα ἐν τῷ ὀφθαλμῷ. παρὰ τὸ ἀργὸν, ο σημαίνει τὸ λευκόν. ̓Αργυροκοπεῖον. ἐν ῳ κόπτονται τὰ νομίσματα, ο νῦν τινὲς ιμαντρον καλοῦσιν. ̓Αργύφεον. μέλαν η λαμπρόν. ̓Αρδάνιον. κεράμιον, γάστρα, οθεν τὰ θρέμματα πίνει. ̓Αργανθώνιον. ορος Κίου. ἀμφ' ̓Αργανθώνιον ορος προχοάς τε Κίοιο. alpha.303 ̓Αργυρίδιον. διὰ τοῦ ˉι γράφεται, διὰ τοιαύτην αἰτίαν. ἐμάθομεν, οτι εἰσὶν παραγωγαὶ καὶ διὰ τοῦ διον καὶ ιδιον. καὶ εἰ μὲν τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου αρχεται, διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ καὶ φυλάσσονται αἱ τρίται συλλαβαὶ αἱ τελευταῖαι συνεσταλμέναι, οιον γνώμη, γνώμης, γνωμίδιον· ψυχὴ, ψυχῆς, ψυχίδιον· ξίφος, ξίφους, ξιφίδιον. εἰ δὲ ἀπὸ φωνήεντος αρχεται, διὰ τοῦ διον γίνεται ἡ παραγωγὴ καὶ ἐκτείνεται ἡ τρίτη ἀπὸ τέλους συλλαβὴ, οιον γραφεῖον, γραφείδιον· ἀγγεῖον, ἀγγείδιον. καὶ εἰ μὲν εὑρεθῇ τὸ ˉεˉι η τὸ ˉο, τὸ ˉι προσέρχεται· πόλεως, πολείδιον, εξεως, ἑξείδιον, βοὸς, βοείδιον. ̓Αρητόν. τὸ βλαπτικόν. ἀπὸ τοῦ ἀρὰ, ἡ βλάβη. Αρθρον. μέρος λόγου πτωτικὸν προτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων, δι' ο τρανωτέρα ἡ λέξις πέφυκε γίνεσθαι. αρθρου δὲ ιδιον ἐστὶ τὸ τὴν δευτέραν γνῶσιν σημαίνειν· εἰ γὰρ ειπῃς, ναῦς ηλθε, δοκεῖς ἀγνοεῖν ποία· εἰ δὲ σὺν τῷ αρθρῳ τεθῇ, εἰς γνῶσιν παραλαμβάνεται ἡ ὑποκειμένη οὐσία τοῦ πράγματος. αρθρον δὲ τὸ προτασσόμενον παρὰ τὰ ἐν ἡμῖν αρθρα· ωσπερ γὰρ τὰ αρθρα διορίζει τὰ ὑποκείμενα αὐτοῖς, ουτως καὶ ταῦτα χωρίζει τὰς διαφορὰς τῶν πραγμάτων, διάρθρωσιν ἐμφαίνοντα. δοalpha.304 κεῖ γὰρ καὶ διαρθροῦν καὶ ποιεῖν τὸ ἐπιφερόμενον ονομα φανερὸν, πότερον αῤῥεν η θῆλυ, καὶ πότερον ἐφ' ἑνὸς η ἐπὶ πλειόνων. αρθρα καὶ τὰ μέλη τοῦ σώματος. παρὰ τὸ αιρω αρτρον καὶ αρθρον καὶ αρθρα· ὑπὸ τούτων γὰρ βασταζόμεθα. η παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, παρὰ τὸ ἀρηρέναι ἀλλήλοις. Αρθμια. φιλία. ̔Ηρόδοτος· ̓Αθηναίων μὴ ἐόντων ἡμῖν ἀρθμίων. τὸ ἐόντων δὲ ἀντὶ τοῦ ὑπαρχόντων. ̓Αρθρέμβολα καὶ ἀθρέμβολα. ἐργαλεῖα. οργανα τιμωρητικὰ τοῖς αρθροις ἐμβαλλόμενα. Αργμα. ἡ ἀπαρχή. παρὰ τὸ αρχω αργμα. Αριμα. ονομα ορους. ̓Αριστερά. τὰ μωρά. δεξιὰ δὲ τὰ συνετά. ̓Αριστεῖον. τὸ τοῖς ἀριστεῦσι διδόμενον επαθλον. ̓Αριφραδέα. δῆλα καὶ φανερά. Αριστον. ἀόριστόν τι ον· ἀόριστον γάρ ἐστι κατὰ καιρόν. Αῤῥηκτον. ασχιστον, ἰσχυρότατον. Αῤῥητον.