1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

73

δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τράχηλον. Αὐτεξούσιον ἐπιζητεῖ τὸν ὑφέλκοντα. Ὁρᾷς ὅτι κατηγορεῖται Ἐφραῒμ, ὥσπερ οἰστρῶσα δάμαλις, ὅτι ἄτακτα περιπλανᾶται, τὸν τοῦ νόμου ζυγὸν ἀτιμάζων. Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα· γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ ἀφέμενος τῆς ζεύγλης, μηδὲ ἐλευθεριάζων τῷ βίῳ, εὐεπιχείρητος ᾖς τοῖς θηρίοις. Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Γλυκύτητα μέλιτος πῶς ἀναγγελῶ τοῖς ἀγνοοῦσι; Γεύσασθε καὶ ἴδετε. Αἴσθησις παντὸς λόγου ἐναργεστέρα. Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἑστάναι νόμιζέ σου τὴν ψυχὴν, ἔνθεν ὑπ' ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων ἑλκομένην. Ἄγγελοί σε παραλήψονται, ἢ καθέξουσιν οἱ κατέχοντες. Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθεμα τοῖς ὑπ' αὐτοῖς διανέμουσιν, ἵνα καὶ οἱ φίλοι ῥᾳδίως ἀνακαλῶνται ἀλλήλους, καὶ πρὸς τοὺς ἐναντίους ἐν ταῖς συμπλοκαῖς ἀναμιχθεῖσιν, εὐκρινὴς δύναται ὑπάρχειν ὁ χωρισμός. Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς συμβόλοις παράσχῃ τὴν οἰκειότητα. Ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου Κυρίου, πῶς ἀντιποιηθήσεταί σου ὁ ἄγγελος; πῶς δὲ ἀφελεῖται τῶν ἐχθρῶν, ἐὰν μὴ ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμι, μὴ ἐπιφερόμενος τὰ γνωρίσματα; Ἢ ἀγνοεῖς, ὅτι τὰς ἐσφραγισμένας οἰκίας ὁ ὀλοθρευτὴς ὑπερβαίνων, ἐν δὲ ταῖς ἀσφραγίστοις κατεφόνευε τὰ πρωτότοκα; Ἀσφράγιστος θησαυρὸς, εὐεπιχείρητος κλέπταις. Πρόβατον ἀσημείωτον, ἀκινδύνως ἐπιβουλεύεται. Νέος εἶ; ἀσφάλισαι τὴν νεότητα τῷ τοῦ βαπτίσματος χαλινῷ. Παρέδραμεν ἡ ἀκμή; μὴ ζημιωθῇς τὰ ἐφόδια· μὴ ἀπολέσῃς τὰ φυλακτήρια· μὴ περὶ τῆς ἑνδεκάτης, ὡς περὶ πρώτης διανοοῦ. Εἴ τις ἰατρῶν ἐπηγγείλατό σοι μηχαναῖς τισι καὶ ἐπινοίαις νέον ποιεῖν ἐκ γέροντος, οὐκ ἂν ἐπεθύμησας ἐλθεῖν ἐπ' ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑποστρέφοντα; Ἐπειδὴ δὲ τὴν ψυχήν σου ἀναθαλήσειν ἐπαγγέλλεταί σοι τὸ βάπτισμα, ἣν σὺ ἐπαλαίωσας, καὶ ῥυπῶσαν αὐτὴν ἐκ τῶν ἀνομιῶν, καὶ ἐσπιλωμένην ἀπέδειξας, καταφρονεῖς τοῦ εὐεργέτου; Οὐ προστρέχεις τῷ ἐπαγγέλματι; Οὐκ ἐπιθυμεῖς ἰδεῖν τί τὸ μέγα θαῦμα τῆς ὑποσχέσεως; πῶς ἄνευ μητρὸς ἀναγεννᾶται ἄνθρωπος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, σφριγᾷ πάλιν, καὶ ἀνηβᾷ, καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος ἐπανέρχεται; Βάπτισμα αἰχμαλώτοις λύτρον, ὀφλημάτων ἄφεσις, θάνατος ἁμαρτίας, παλιγγενεσία ψυχῆς, ἔνδυμα φωτεινὸν, σφραγὶς ἀνεπιχείρητος, ὄχημα πρὸς οὐρανὸν, βασιλείας πρόξενον, υἱοθεσίας χάρισμα. Τοσούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμωτέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρθεσιν· κἂν περιστέλλῃς τοῖς ῥήμασιν. Αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς. Ἔασον ἀποχρήσωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ 95.1276 τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι, καὶ τότε τὸ βάπτισμα, ὅταν λήξω τῶν κακῶν, ὑποδέξομαι. Τίς δέ σοι καὶ τὸν ὅρον τῆς ζωῆς ἔπηξεν; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισεν; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἁρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὸ βάπτισμα; ὅτε οὔτε φθέγξασθαι δυνήσῃ τὰ σωτήρια ῥήματα, τάχα δὲ [οὐδὲ] ἀκοῦσαι καθαρῶς· οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ συνθέσθαι Χριστῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ οὐδὲ συνετῶς ἐπακοῦσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, Ἆρα ᾔσθετο τῆς χάριτος, ἢ ἀναισθήτως ἔχει τῶν γενομένων; ὅταν δὲ καὶ ἐπιστημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρεις. Ὥσπερ οὐκ ὄντας ὑπέστησεν, οὕτως ὑποστάντας ἀνέπλασεν, πλάσιν θειοτέραν τε καὶ τῆς πρώτης ὑψηλοτέραν· ἣ τοῖς μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέροις τὴν ἡλικίαν χάρισμα, καὶ τῆς παθούσης εἰκόνος διὰ τὴν κακίαν ἐπανόρθωσις, ἵνα μὴ τῇ