ῥεύματος ὡς ἐνῆν, οὔπω δὲ τὸ πᾶν ἀπηρύσω, ἀλλ' ἄπλετόν ἐστι πέλαγος τὸ καταλειφθέν, ὃ δὴ ἀμείωτόν ἐστιν ἐσαεί, πληροῦν μὲν τοὺς διψῶντας καὶ προσεγγίζοντας, ἐλαττούμενον δὲ μηδέποτε». Ταῦτά τε τὸ ταῦ ὥσπερ ὑποφωνεῖ πρὸς τὸν νοῦν καὶ τὸ ἀληθὲς ὑποδεικνύμενον παρεστὸς ὑποδείκνυσι τὸ ˉυ οἷόν τι Ἀτλαντικὸν πέλαγος· κρατῆρι γὰρ τὸ ˉυ ἔοικεν ὕδατος, μᾶλλον δὲ φιάλῃ χρυσῇ. «ἰδοὺ γοῦν» φησι πρὸς τὸν νοῦν «κρατὴρ ἕτερος μετὰ τὸ ˉρ κείμενος οὗ δὴ λίαν ἀφίστασο· τῷ μὲν γὰρ ˉρ πεπλησίακας ὥσπερ βραχεῖ τινι ἀμφορεῖ, τῷ δὲ ˉυ οὔπω προσήγγισας.» ὁ δὴ Ὠκεανὸς θεῖός ἐστι τὴν ὅλην ἀπεικονίζων θείαν πηγήν. ἔχει δέ τινα καὶ ἡ τοῦ στοιχείου τούτου ἐκφώνησις καὶ δίψης καὶ πόσεως ἰδιότητα· τοιοῦτον γὰρ καὶ ὑπηχοῦσιν οἱ ἀπλήστως τοῦ πόματος ἐμφορούμενοι, ὁπότε καὶ μάλιστα ἥδοιντο. ἀνέῳκται δὲ τῷ σχήματι ἐσαεὶ πάντα τὸν διψῶντα νοῦν εἰς ἑαυτὸ προκαλούμενον, μᾶλλον δὲ τὸν ἐγγίσαι τούτῳ δυνάμενον. εἶτα ἵνα μή τις ἐντεῦθεν οἰηθῇ, ὡς τὸ πᾶν τοῦ κρατῆρος ἀρύσασθαί τις τοῖς χείλεσι δύναιτο καὶ μηδὲν ἐγκαταλιπεῖν, μᾶλλον δέ-ἵνα τελεώτερον περὶ τούτου νῦν διαλέξωμαι-ἐπειδὴ πολλοὶ οἴονται δεῖν πᾶσι τοῖς θείοις ἐπιπηδᾶν ὡς μηδὲν ἐᾶν ἀνεξέταστον· οὐ γὰρ ἀρκοῦσιν αὐτοῖς αἱ περὶ τῶν πρώτων καὶ δευτέρων φύσεων εὑρεσιλογίαι, ἅ τε περὶ νοῦ λέγουσι καὶ ὅσα περὶ ψυχῆς δογματίζουσιν, ἀλλ' εἰ μὴ καὶ τοῦ ὄντος αὐτοῦ περιδράξοιντο καὶ θεοῦ φύσιν ἐπίσταιντο κίνησίν τε καὶ τὴν τῶν κατὰ μέρος οἰκονομίαν, ἀβίωτον ἑαυτοῖς τὸν βίον νομίζουσιν, οὐ καλῶς οἰόμενοι. τὸ μὲν γὰρ φιλοσοφεῖν ὡς ὁ θεὸς ἀμερίστως μὲν τὰ μεριστὰ γινώσκει, ἀχρόνως δὲ τὰ ἔγχρονα, ἀμεταβλήτως δὲ τὰ μεταβλητά, καὶ ὅτι τὸ θεῖον ἁπλοῦν πρώτως ἐστὶ καὶ μάλιστα καὶ διὰ τοῦτο καὶ αὐταρκέστατον καὶ ὅτι ὑπὸ τῶν ἐγγυτέρω μετεχόμενον ἀμέσως μετέχεται, ἔχει τινὰ λόγον καὶ οὐ παντάπασιν ἄδηλος ἡ ἀπόδειξις, τὸ δ' ὅτι ἔνθερμον πνεῦμα τὴν οὐσίαν ἐστὶν ἢ νοῦς τοιόσδε ἢ ἓν ἀκίνητον ἢ ἀριθμὸς τῶν ὄντων ἐξῃρημένος, οὔτ' ἀπόδειξιν ἔχον ἐστὶν οὔτε τις πιστεύσειε, λέγουσιν, εἰ μὴ τῆς ῥινὸς ἕλκοιτο. Ἐπεὶ οὖν εἰς τὰ τοιαῦτα τοὺς πολλοὺς ἐφέλκεται τὸ φιλοπρᾶγμον, διὰ ταῦτα τῷ τῶν τοιούτων κρατῆρι, τῷ ˉυ φημι, ἐγγειτόνων ἐστὶ τὸ φῖ, ἄχρι τοῦ φαινομένου φιλοσοφεῖν τὸν ἐξετάζοντα νουθετοῦν. τοῦτο γάρ μοι φαίνεται τὸ φῖ ὑπαινίττεσθαι, τὸ τὰ φαινόμενα μόνα τοῦ θείου πολυπραγμονεῖν καὶ ζητεῖν· φαινόμενα δέ φημι ἐνταῦθα οὐ τὰ οἷον ἰνδάλματα καὶ παρυφιστάμενα τοῖς σώμασιν, ὥσπερ αἱ σκιαί, ἀλλὰ τὰ προκείμενα καὶ δεικνύμενα. ἐπειδὴ γὰρ ὁ θεῖος βυθὸς ἐκ φαινομένων καὶ ἀφανῶν σύγκειται καὶ τὸ μὲν αὐτοῦ περιπλεῖσθαι δύναται, τὸ δὲ πάντῃ ἄπλωτόν τε καὶ ἄπλετον πέφυκε, καὶ τὸ μὲν οἷον φαίνεται, τὸ δὲ ἀφανὲς πάντῃ καθέστηκεν, ἀρκεῖσθαι τοῖς φαινομένοις χρεών, μὴ μέντοι γε καὶ τοῖς ἀφανέσιν ἐπιχειρεῖν. τίνα οὖν τὰ τοῦ θείου φαινόμενα; ὅτι μέτρον ἐστὶ τῶν ὄντων, ὅτι ἑνιαῖον, ὅτι τὰ πλήθη πάντων τῶν ὄντων ἀφορίζει καὶ μετρεῖ, ὅτι περατοῦν οἷς ἂν παρῇ βούλεται καὶ περιάγειν εἰς ὅρον, ὅτι πάντα κρειττόνως ἢ κατὰ τὴν ἑαυτῶν τάξιν ἐπίσταται, ὅτι ἀφ' ἧς ἂν ἄρξηται τάξεως ἐκφαίνειν ἑαυτὸν πρόεισι διὰ πάντων τῶν δευτέρων, ὅτι οὐδὲ αὐτὸς ὁ νοῦς ἐστι θεῖος εἰ μὴ μεθέξει τῆς θείας ἑνάδος, ὅτι κατὰ τὸ ὑπερπλῆρες ἑαυτοῦ μεταδίδωσι τοῖς μετεχομένοις, καὶ τἆλλα ὅσα δὴ μὴ παρεῖται τοῖς θεολόγοις καὶ μάλιστα ∆ιονυσίῳ τῷ πάνυ ἀκριβέστερον περὶ τούτων φιλοσοφήσαντι. τὰ δὲ ἀφανῆ τίνα; ὁ τρόπος τῶν θείων οἰκονομιῶν καὶ πρὸ τούτων ἡ τοῦ θείου φύσις αὐτή, ἡ ἕνωσις, ἡ διαίρεσις, ἡ πρὸς τὸ πρῶτον αἴτιον ἀναγωγὴ τῶν ἀπ' ἐκείνου, ἡ τοιάδε πρόοδος. ἐσθίοντα οὖν τὸν λόγον, τὸν θεῖον ἀμνόν, ἡ προβεβλημένη σὰρξ εὐωχείτω σε, μὴ μέντοι γε καὶ τῶν κεκρυμμένων ὀστῶν ἅψαιο, ἀλλ' ἐσθίων ὅσα βρώσιμα τῇ βάσει τοῦ θυσιαστηρίου τὸ αἷμα ἐπίχεε, παραχωρῶν τῇ πίστει τῶν κεκρυμμένων. ταῦτά σοι τὸ φῖ σαφῶς ὑποφαίνει,