συμφωνίᾳ ἐγνώρισεν· οἷς δὴ καὶ τὸ πᾶν ἐνόρκως ἐπίστευσας καί, ὅπερ ἂν αὐτοὶ πράξαιεν, πρὸς ἡμᾶς ἐπηγγείλω καταδέξασθαι καὶ προσδέξασθαι. Τὰ μὲν οὖν τῆς συμφωνίας ταῦτα καὶ ἀντιδόσεως· καὶ τὰ κατ' ὄνομα ῥηθέντα ἀξιώματα τῷ τε ὑιῷ σου καὶ τοῖς ἄλλοις, οἷς ἂν αὐτὸς βουληθείης, κατὰ τὸ ἀρέσκον σοι ἡ βασιλεία μου δίδωσι. τὴν δὲ σὴν μεγίστην ὑπεροχὴν οὐ συναριθμεῖ τούτοις οὐδὲ τοῖς συμφωνουμένοις καταδεσμεῖ, ἀλλ' ἐπὶ τοῦ οἰκείου ὕψους τηροῦσα τῇ ὑπερφυεστάτῃ τιμᾷ τοῦ νωβελισσίμου τιμῇ καὶ εἰς μετέωρον ἀνάγει ὕψος τοῦ ἀξιώματος, ἔξωθεν τοῦτο τῶν συμφωνιῶν παρέχουσα καὶ τοῦ καταλόγου τῶν λοιπῶν τιμῶν ὑπεραίρουσα καὶ τὸν ἐξῃρημένον τοῦ ἐξῃρημένου βαθμοῦ <ἀξιοῦσα>· ὁποῖον δὲ τούτου τὸ μέγεθος, λόγοι τε ἄνωθεν ᾄδουσι καὶ ἡ καθ' ἡμᾶς τῶν πραγμάτων διαγωγὴ δείκνυσι· τἆλλα γὰρ αὐτῷ ξύμπαντα δεύτερα, τοῦτο δὲ τοῦ βασιλικοῦ ὕψους μόνῳ τῷ καίσαρι διατέμνεται. καὶ δέχοιο τὴν τοιαύτην τιμὴν ἀπὸ μὲν τῆς ἡμετέρας φωνῆς τε καὶ προαιρέσεως, οὐδὲν δὲ ἔλαττον καὶ ἀπὸ μεγάλων ἄρχοιο τῶν τιμῶν σὺν θεῷ τούτοις ἐπιβαλλόμενος. ἴσθι μέντοι γε καὶ τοῦτο, εὐγενέστατε καὶ γενναιότατε, ὡς πολλοῖς τῶν ἐν τῇ συμφωνίᾳ ἀξιωμάτων καὶ τυπικὰ βλαττία πρὸς τῇ ῥόγᾳ ἀγωρισμένα εἰσίν· ἡ μέντοι γε βασιλεία μου οὐ μέχρι τοῦ ἀριθμοῦ τούτων τὸν τῶν βλαττίων ἀριθμὸν ἀφορίζεται, ἀλλ', ἵν' ἔχοις τι κἀνταῦθα πλέον, σύμπαντα τὰ βλαττία πρὸς τοῖς διδομένοις μετὰ τῶν ἀξιωμάτων εἰς ἑκατοστὸν συγκεφαλαιοῦνται ἀριθμόν, ὧς εἶναι τὰ πολλαπλάσια τούτων ἐκτὸς τῶν ἀφωρισμένων τοῖς ἀξιώμασι. Μέχρι μὲν τούτου τὰ τῆς βασιλικῆς ἀρχῆς καὶ τῆς ἀψευδοῦς γνώμης καὶ διαθέσεως. ὁπόσα δὲ θεὸς εἰς ὅρκον καταγόμενος βεβαιοῖ, ταῦτα· ἴστω ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ποιητὴς οὐρανοῦ καὶ γῆς, καὶ ἡ τεκοῦσα τοῦτον ὑπεράχραντος θεοτόκος, ἴστωσαν αἱ ἀγγελικαὶ καὶ θεῖαι δυνάμεις, οἱ κορυφαῖοι τῶν ἀποστόλων, σύμπασα ἡ εὐσεβὴς ἡμῶν λατρεία, ὡς ἅπαντα τὰ ἐν ταῖς συμφωνίαις ἡμῶν παρὰ τῆς βασιλείας μου διδόμενά τε καὶ ἐπαγγελλόμενα ἐν ἀξιώμασιν, ἐν ῥόγαις, ἐν εὐνοίαις, ἐν συμμαχίαις, ἐν φίλος, ἐν εἰλικρινέσι καὶ καθαραῖς διαθέσεσιν ἀψευδῆ καὶ ἀπαράβατα καὶ ἀμετάθετα ἔσται καὶ οὐδὲν ἄπρακτον γενήσεται ὦν ἐπηγγείλατό σοι τὸ κράτος ἡμῶν, ἀλλὰ πάντα τελειωθήσεται, καὶ μάλιστα ὅσα ἐπὶ τῷ θυγατρίῳ σου συμπεφώνηται. βασιλικῆς γὰρ εὐφημίας ἀξιωθήσεται καὶ τῷ βασιλεῖ καὶ υἱῷ μου ἀδιασπάστως συμβιώσειε καὶ ὁμοῦ τούτῳ σὺν θεῷ φάναι ἐν τοῖς ἀνακτόροις διαπρέψειε καὶ τὸν τοῦ θεοῦ κατευθυνεῖ λαὸν περιούσιον. ἔχεις οὖν καὶ τὴν ἀπὸ τοῦ λόγου καὶ τὴν ἀπὸ τοῦ ὅρκου βεβαίωσιν· καὶ ὁ λόγος οὐ ψιλός, ἀλλ' ἀνάγραπτος, ὡς ὁρᾷς· καὶ οὐκ ἐν γράμμασι μόνον οὐδὲ ἐν βασιλείοις ὑπογραφαῖς, ἀλλὰ καὶ ἐν σφραγῖδι χρυσῇ, τὴν χρυσῆν ὄντως ἡμῖν ἐπισφραγιζομένῃ συγγένειαν. ἀλλὰ καὶ ἡ τοῦ ὅρκου φωνὴ φοβερὰ καὶ φρικώδης, τὸν θεὸν ἐπιμαρτυρουμένη καὶ τὴν τοῦτον ἀσπόρως τεκοῦσαν καὶ τἆλλα, ἵνα μηδὲν διαλυτὸν ἡμῖν τῶν ἀκριβῶς συνδεδεμένων γένοιτο.
Ἐγράφη μηνὶ αὐγούστῳ ἰνδικτιῶνος ιβʹ, ἔτους ϛφπβʹ. Ἐπεὶ δὲ ἡ ἀντιδιδομένη παρὰ σοῦ πρός τε τὴν βασιλείαν μου καὶ τὴν Ῥωμανίαν διάθεσις οὐκ ὀφείλει τῇ σῇ περιορισθῆναι ζωῇ, ἀλλὰ καὶ εἰς τοὺς κληρονόμους σου διαβᾶσα τὴν αὐτὴν γνώμην φυλάττειν καὶ τὰς αὐτὰς πληροῦν ἐπαγγελίας καὶ ὑποσχέσεις, δίκαιόν ἐστι καὶ τοῦτο προσκεῖσθαι τῷ σῷ ἀντιγράφῳ, ὅπερ μέλλεις κατ' ἰσότητα τοῦ τῆς βασιλείας μου γράμματος ποιῆσαι καὶ ἀποστεῖλαι πρὸς αὐτήν, ὅρκῳ τε τὴν τοιαύτην περὶ τῶν κληρονόμων σου πληροφορίαν βεβαιώσασθαι, ὅτι καὶ αὐτοὶ τὴν ὁμοίαν σώσουσι πρὸς τὴν βασιλείαν μου καὶ τὴν Ῥωμανίαν διάθεσιν. Μιχαὴλ ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ὁ ∆ούκας. Ἀνδρόνικος ἐν Χριστῷ τῷ θεῷ πιστὸς