ἄγαλμα, τῶν φρενῶν ἡ σεμνότης, τὸ τερπνὸν ἄνθος, τῆς τρυφῆς τὸ χωρίον, ἡ τῶν Χαρίτων εὐπρεπὴς κατοικία, ἡ πᾶν τὸ κάλλος τῶν ἐν ἀνθρώποις μόνη ἔχουσα καὶ φέρουσα καὶ τῷ δεσπότῃ δείξασα καὶ τέρψασα λαμπρύνασά τε ὡς δένδρον ἀνθοῦν ἐκ νοητῶν κοιλάδων, φεῦ φεῦ, πρὸ ὥρας ἐτρυγήθη ῥιζόθεν. Ὢ δένδρον οἷον ἐξέκοψας, ὦ Χάρων, ᾧ ῥίζα μὲν κάτωθεν ἐψυχωμένη, ὁ καρπὸς ἐγλύκαζεν αὐτὴν καρδίαν, τὸ φύλλον οἷον μὴ μαραίνεσθαι χρόνῳ· οὐκ εἰς ἔαρ ἔθαλλε καὶ θέρος μόνον, εἰς πάντα δ' ἤνθει καιρὸν εὐκάρπῳ φύσει. ὢ ποῖος ἀστὴρ φωτολαμπὴς ἐκρύβη, ὢ ποῖος ἔσβη γῆς ἀπαυγάζων λύχνος· μόνη γὰρ αὐτὴ γῆς τε καὶ πόλου μέσον, ἄστρον φαεινόν, ἄνθος ἡδονῆς γέμον, τὸ σῶμα λαμπρά, παμφαὴς τὴν καρδίαν, ταῖς ἀρεταῖς στίλβουσα μαργάρου πλέον, ταῖς ἡδοναῖς λάμπουσα μᾶλλον χρυσίου, τὸ θῆλυ σαρκὸς ἀρρενοῦσα τοῖς τρόποις, τὸ κόσμιον φέρουσα μέχρι καὶ θέας. ὢ πάντα νικήσασα τῇ σαυτῆς φύσει καὶ πάντα κινήσασα πρὸς θρηνῳδίαν, ὢ πάντα μὲν θέλξασα κάλλει καὶ φύσει καὶ πάντα πληρώσασα νῦν πικροῦ ζόφου, ὢ γῆν καταυγάσασα ταῖς ἀγλαΐαις καὶ νῦν ἀμαυρώσασα τὴν πᾶσαν κτίσιν, ὢ πάντα συγκρύψασα ταῖς εὐμορφίαις τῆς γῆς τὰ κάλλη καὶ τὰ φαιδρὰ τοῦ πόλου, καὶ νῦν κρυβεῖσα σωματοφθόρῳ λίθῳ· τὰ πάντα πλήρη στυγνότητος ἐσχάτης καὶ δακρύων γέμοντα καὶ πένθους ξένου, τὸ λαμπρὸν οὐκ ἔχοντα σῆς θέας φάος, τὸ θέλγον οὐ φέροντα σῆς λύρας στόμα. Τίς μοι παρέξει κρουνὸν ᾑματωμένον, τίς δακρύων ἄβυσσον οὐ κενουμένην, ὅπως ἀποκλαύσαιμι τὴν κοινὴν ζάλην, τὴν φλεγμονὴν δὲ τοῦ πάθους τῆς καρδίας τοῖς δάκρυσι δείξαιμι τοῖς ᾑμαγμένοις; ὢ καὶ μάτην ζήσασα τούτῳ τῷ βίῳ, ὢ καὶ μάτην τυχοῦσα λαμπρᾶς ἀξίας καὶ δόξαν ἄκραν συλλαβοῦσα τῆς τύχης, ὢ καὶ μάτην φανεῖσα λαμπρὰ τὴν θέαν καὶ πάντας ἀστράψασα καλλοναῖς ξέναις, στυγνῷ κρυβεῖσα καὶ παρ' ἐλπίδα λίθῳ. Ὁ δεσπότης δὲ σῷ πόθῳ κεκαυμένος καὶ σῶν μεγίστων ἀρετῶν μεμνημένος ἔχων τε τὴν σύμπνοιαν ἐν τῇ καρδίᾳ καὶ τὴν ἄκραν σου ψυχικὴν εὐφυΐαν φέρων τε τῷ νῷ τὴν πικρὰν τιμωρίαν ἣν ἐν ξένῃ γῇ δυστυχῶν ἐκαρτέρει, καὶ σὸν παρηγόρημα, σὴν θυμηδίαν, ὅπως μὲν αὐτῷ λάτρις ἦσθα τοῖς τρόποις, ὅπως δὲ καὶ θάλασσα τῶν δωρημάτων, τρυφῆς χορηγὸς καὶ τροφῆς ὑπηρέτις· τούτων ἁπάντων τῶν καλῶν μεμνημένος ἔσπευδεν ἰσόμετρον ἐκτῖσαι χάριν, ἔσπευδε νικῆσαί σε πλήθει χαρίτων, χειρὸς τοσαύτης εὐπορήσας καὶ κράτους, καὶ πᾶσι τιμᾷ τοῖς καλοῖς καὶ τιμίοις, πλούτῳ σε πολλῷ, λαμπρότητι παγκάλῃ· τοῖς μαργάροις κρύπτει σε, τοῖς λίθοις πλέον, αἴρει πρὸς ὕψος τῆς ὑπερτάτης τύχης, κοινὴν τίθησι τοῦ βίου σε προστάτιν· ἔπειτα μείζους ἐννοῶν βαθμοὺς πάλιν πρὸς μεῖζον αὔξει καὶ μεταίρει σε κλέος, τιμῇ καταστράψας σε λαμπρᾶς ἀξίας καὶ τὴν σεβαστὴν ἐκ γένους καὶ τοῖς τρόποις τιμᾷ σεβαστὴν ἐκ τύχης καὶ τοῦ βίου. ὀφθαλμὸς αὐτῷ, φῶς ὑπῆρχες ἡδύνον, ζωή, πνοή, τὰ πάντα, δόξα καὶ κράτος, ὁρωμένη, λαλοῦσα καὶ κινουμένη. παρῆν γὰρ ἐν σοὶ κάλλος, ἦθος καὶ χάρις· καὶ γλυκύτης ἔμψυχος ἤνθει σῇ φύσει· καὶ πᾶς βλέπων σε μὴ θέλων ἐμειδία, ὥσπερ τινὸς χάριτος ἐμπεπλησμένος· καὶ χεῖρα κινῶν, ἀλλ' ὁμοῦ καὶ τὴν κάραν, «ἄμεμπτος» εἶπεν «ὃς ποθεῖ τὴν σὴν θέαν». ταύτην ἔχαιρε γῆς ὁρῶν ὁ δεσπότης μόνος τε τὸν λειμῶνα τρυγῶν τοῦ βίου ἄπαυστον εἶχε χαρμονὴν τῇ καρδίᾳ· κἂν ἡλίου φῶς ἦν κεκρυμμένον νέφει, τὴν σὴν ἑώρα λάμψιν ἀντὶ φωσφόρου· κἂν τὴν σελήνην οὐκ ἐδείκνυ τὸ σκότος, σὲ τὴν σελήνην εἶχε λύτειραν ζόφου· ἀχλὺς κατεῖχε τοῦτον ἐξ ἀθυμίας, καὶ σὴν βλέπων ἔναστρον ἤγαλλεν θέαν. Ὀρφεὺς γὰρ ὄντως, ἀλλὰ Σειρὴν ἐν λόγοις ὑπῆρχες εἰσπέμπουσα πάγκαλον μέλος καὶ πάντοθεν θέλγουσα καὶ κηλοῦσά τε καὶ πρὸς χαρὰν πέμπουσα καὶ θυμηδίαν καὶ θλίψεων λύουσα τὰς περιστάσεις. οὕτως ἐνίκας καὶ πάλιν τὸν δεσπότην λαμπραῖς ἀμοιβαῖς ψυχικῶν χαρισμάτων, πάσης δὲ μᾶλλον ἐκράτησας καρδίας, καὶ πάντες εἰς σὲ μᾶλλον ἢ πρὸς