Ἀγκύρας Βασίλειος. Ἐπεὶ οὖν ἀμφότεροι εἰς ταὐτὸ μέρος συνεληλύθεισαν, αὖθις οἱ περὶ Ἀκάκιον ἀπαντᾷν οὐκ ἐβούλοντο, φάσκοντες «δεῖν πρότερον ἐκβάλλεσθαι τοῦ συλλόγου τούς τε ἤδη πρότερον καθαιρεθέντας, καὶ τοὺς ἐν τῷ παρόντι κατηγορουμένους.» Ἐπεὶ δὲ, φιλονεικησάντων, τοῦτο μᾶλλον ἐκράτησεν, ὑπεξῄεσαν μὲν οἱ ἐν αἰτιάσει τυγχάνοντες, ἀντεισῆλθον δὲ οἱ περὶ Ἀκάκιον. Τότε δὲ ὁ Λεωνᾶς ἔφη βιβλίον δεδόσθαι αὐτῷ παρὰ τῶν περὶ Ἀκάκιον, ἀποκρύψας ὡς εἴη δόγματος ὑπαγόρευσις τοῦτο μὲν λεληθότως, τοῦτο δὲ καὶ φανερῶς μαχομένου τοῖς προλαβοῦσιν. Ὡς δὲ οἱ παρόντες ἡσύχασαν, ἄλλο τι μᾶλλον ἢ πίστεως ἔκδοσιν περιέχειν τὸ βιβλίον νομίσαντες, τηνικαῦτα καὶ Ἀκακίου τῆς πίστεως σύνταγμα σὺν τῷ προοιμίῳ ἀνεγνώσθη, τοῦτον ἔχον τὸν τρόπον· Ἡμεῖς συνελθόντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ τὸ βασιλικὸν βούλημα τῇ χθὲς ἡμέρᾳ, ἥτις ἦν πρὸ πέντε Καλανδῶν Ὀκτωβρίων, πᾶσαν σπουδὴν ἐθέμεθα μετὰ πάσης εὐταξίας τὴν εἰρήνην τῇ ἐκκλησίᾳ φυλάξαι, καὶ περὶ τῆς πίστεως εὐσταθῶς διαλαβεῖν, ὡς προσέταξεν ὁ θεοφιλέστατος βασιλεὺς ἡμῶν Κωνστάντιος, κατὰ τὰς προφητικὰς καὶ εὐαγγελικὰς φωνὰς, καὶ μηδὲν παρὰ τὰς θείας γραφὰς ἐπεισενέγκαι τῇ ἐκκλησιαστικῇ πίστει. Ἐπειδὴ δέ τινες ἐν τῇ συνόδῳ τοὺς μὲν ἡμῶν ὕβρισαν τοὺς δὲ ἐπεστόμισαν, οὐ συγχωροῦντες λαλεῖν, τοὺς δὲ ἀπέκλεισαν ἄκοντας, καὶ τοὺς καθῃρημένους δὲ ἐκ διαφόρων ἐπαρχιῶν εἶχον μεθ' ἑαυτῶν, καὶ τοὺς παρὰ κανόνα καταστάντας ἦγον μεθ' ἑαυτῶν, ὡς πανταχόθεν θορύβου πλήρη γενέσθαι τὴν σύνοδον, καθὼς καὶ ὁ λαμπρότατος κόμης Λεωνᾶς καὶ ὁ λαμπρότατος ἡγούμενος τῆς ἐπαρχίας Λαυρίκιος αὐτοψίᾳ παρέλαβον, τούτου ἕνεκεν διαλαλοῦμεν ταῦτα· ὡς οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ τὴν Ἀντιόχειαν, προκομίζοντες αὐτὴν, εἰ καὶ τὰ μάλιστα οἱ πατέρες ἡμῶν κατ' ἐκεῖνο τοῦ καιροῦ πρὸς τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον. Ἐπεὶ δὲ πολλοὺς ἐθορύβησεν τὸ «ὁμοούσιον» καὶ τὸ «ὁμοιούσιον» ἐν τοῖς παρελθοῦσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἀρτίως λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ «ἀνόμοιον» Υἱοῦ πρὸς Πατέρα, τούτου χάριν τὸ μὲν «ὁμοούσιον» καὶ τὸ «ὁμοιούσιον» ἐκβάλλομεν, ὡς ἀλλότριον τῶν γραφῶν, τὸ δὲ «ἀνόμοιον» ἀναθεματίζομεν· καὶ πάντας ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκκλησίας. Τὸ δὲ «ὅμοιον» τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σαφῶς ὁμολογοῦμεν, κατὰ τὸν ἀπόστολον τὸν λέγοντα περὶ τοῦ Υἱοῦ, «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανῶν καὶ γῆς, ὁρατῶν καὶ ἀοράτων. Πιστεύομεν δὲ καὶ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων τῶν αἰώνων, Θεὸν Λόγον ἐκ Θεοῦ μονογενῆ, φῶς, ζωὴν, ἀλήθειαν, σοφίαν· δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. Τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀναστάντα, καὶ ἀναληφθέντα εἰς οὐρανοὺς, καθέζεσθαι ἐν δεξιᾷ τοῦ Πατρός· καὶ πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, ὃ καὶ Παράκλητον ὠνόμασεν ὁ Σωτὴρ ὁ Κύριος ἡμῶν, ἐπαγγειλάμενος μετὰ τὸ ἀπελθεῖν αὐτὸν, πέμψαι τοῦτο τοῖς μαθηταῖς, ὃ καὶ ἀπέστειλε· δι' οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας, καὶ βαπτιζομένους ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Τοὺς δὲ παρὰ ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας, ἀλλοτρίους εἶναι τῆς καθολικῆς ἐκκλησίας. Αὕτη μὲν ἡ Ἀκακίου περὶ τῆς αὐτοῦ πίστεως ἔκδοσις· ἦσαν δὲ αὐτῇ καθυπογράψαντες αὐτὸς Ἀκάκιος καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες, τοσοῦτοι ὄντες τὸν ἀριθμὸν ὅσον μικρὸν ἔμπροσθεν ἐμνημονεύσαμεν. Ἀναγνωσθείσης δὲ αὐτῆς, Σωφρόνιος Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ τοιαῦτα αὐταῖς λέξεσιν ἀνεβόησεν· «Εἰ τὸ καθ' ἑκάστην ἡμέραν ἰδίαν ἐκτίθεσθαι βούλησιν