1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

73

τὰς θείας κομίζονται δωρεάς. Καὶ μερισθέντος τοῦ σώματος, ἀμέριστος ἡ χάρις μεμένηκεν, καὶ τὸ σμικρὸν ἐκεῖνο καὶ βραχύ τατον λείψανον τὴν ἴσην ἔχει δύναμιν τῷ μηδαμῇ μηδαμῶς διανεμηθέντι μάρτυρι· ἡ γὰρ ἐπανθοῦσα χάρις διανέμει τὰ δῶρα, τῇ πίστει τῶν προσιόντων τὴν φιλοτιμίαν μετροῦσα. Ὑμᾶς δὲ οὐδὲ ταῦτα πείθει τὸν τούτων ὑμνῆσαι Θεόν, ἀλλὰ γελᾶτε καὶ κωμῳδεῖτε τὸ τούτοις παρὰ πάντων προσφερόμενον γέρας καὶ μύσος ὑπολαμβάνετε τὸ πελάζειν τοῖς τάφοις. 8.12 Εἰ δὲ καὶ πάντες ἄνθρωποι τούτοις προσέπταιον, ἀλλ' οὖν Ἕλληνας μόνους νεμεσᾶν τοῖς οὕτω δρωμένοις οὐκ ἔδει· τούτων γάρ τοι αἱ χοαὶ καὶ τὰ ἐναγίσματα καὶ οἱ ἥρωες καὶ οἱ ἡμίθεοι καὶ οἱ θεοποιούμενοι ἄνθρωποι. Καὶ γὰρ τὸν Ἡρακλέα, ἄνθρωπον γεγονότα καὶ Ἀλκμήνης παῖδα καὶ Ἀμφιτρύωνος, καὶ θεὸν ἀπέφηναν, ὡς ἐνόμισαν, καὶ τοῖς ἄλλοις θεοῖς ξυνηρίθμησαν. 8.13 Ὅτι δὲ καὶ ὁ Πλάτων Ἀμφιτρύωνος αὐτὸν οἶδεν υἱὸν καὶ οὐ τοῦ ∆ιός, ἀκούσατε δὴ αὐτοῦ ἐν τῷ Θεαιτήτῳ λέγοντος· "Ἀλλ' ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ φαίνεσθαι τῆς σμικρολογίας, ὅτι δὲ Ἀμφιτρύωνος εἰς τὸ ἄνω πέμπτος καὶ εἰκοστὸς ἦν, οἵα ξυνέβαινεν αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπ' αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητος 8.14 ἀνοήτου ψυχῆς ἀπαλλάττεσθαι." Καὶ Ἰσοκράτης δὲ ὁ ῥήτωρ ὧδέ φησιν· "Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννήσας, ὡς οἱ μῦθοι λέγουσι, καὶ πάντες πιστεύουσιν." Οὕτως ἐγέλων οἱ ξυνορᾶν ἱκανοὶ τὰ παρὰ τῶν ἄλλων μυθολογούμενα· ἀλλ' ὅμως ἀνθρώπῳ γε ὄντι καὶ Εὐρυσθεῖ δουλεύειν ἠναγκασμένῳ, καὶ νεὼς ἐδείμαντο καὶ βωμοὺς ἐδομήσαντο καὶ θυσίαις ἐτίμησαν καὶ ἑορτὰς ἀπεκλήρωσαν, οὐ Σπαρτιάται μόνοι καὶ Ἀθηναῖοι, ἀλλὰ καὶ 8.15 ξύμπασα ἡ Ἑλλὰς καὶ τῆς Εὐρώπης τὰ πλεῖστα. ∆ιέβη δὲ καὶ εἰς τὴν Ἀσίαν τῆς ἐξαπάτης ἡ νόσος· καὶ γὰρ καὶ ἐν Τύρῳ καὶ ἐν ἄλλαις πόλεσι παμπόλλους καὶ μεγίστους αὐτῷ σηκοὺς ᾠκο δόμησαν. Καὶ οὐ μόνον ἐτησίους ἀπένειμαν πανηγύρεις, ἀλλὰ καὶ τετραετηρικοῖς ἀγῶσιν ἐτίμησαν, καὶ ταῦτά γε ἄνδρα εἰδότες, καὶ ἄνδρα οὐ σώφρονα οὐδὲ φιλοσοφίαν ἠγαπηκότα, ἀλλ' ἀκολα 8.16 σίᾳ καὶ λαγνείᾳ ξυνεζηκότα. Ἵνα γὰρ τὴν ἄλλην αὐτοῦ πᾶσαν ἀκρασίαν παρῶ, φασὶν αὐτὸν ἐν μιᾷ νυκτὶ πεντήκοντα μιγῆναι παρθένοις, τὸν τρίτον καὶ δέκατον ἴσως ἀγωνισάμενον ἆθλον· ἀπόχρη δὲ καὶ τοῦτο δηλῶσαι πᾶσαν τὴν τοῦ βίου προαίρεσιν. Καὶ μέντοι καὶ τοῦ βίου τὸ τέλος διὰ τοιαύτην ἀκρασίαν πρὸ τῆς ὥρας ὑπέμεινεν. Ὁμόζυγα γὰρ ἔχων τὴν ∆ηϊάνειραν, ξυνήφθη μὲν ἄλλῃ δι' ἔρωτα, ὑπὸ δὲ τῆς προτέρας παρὰ γνώμην ἐπεβου 8.17 λεύθη· ἐρωτικὸν γὰρ αὕτη κατασκευάσασα φάρμακον καὶ χρίσασα τοῦ ἀνδρὸς τὸν χιτῶνα, πέπομφεν ᾐτηκότι, καὶ ἤλπισέ γε ἀγρεύ σειν πρὸς ἑαυτήν, διήμαρτε δὲ ὧν ἤλπισεν· ἐκθερμῆναν γὰρ ἐκεῖνο τὸ φάρμακον τοῦ Ἡρακλέους τὸ σῶμα παγχαλέπῳ περιέ βαλε νόσῳ· ὁ δὲ ἀλγυνόμενος καὶ μὴ φέρων τὸ πάθος, πυρὰν νήσας καὶ ἑαυτόν γε καταθείς, τοῦ βίου τὸ τέλος ἐδέξατο ἄξιόν γε, οὐ γὰρ <ἄξια> τῆς θεοποιΐας τὰ τοῦ παρ' ὑμῶν θεο 8.18 ποιηθέντος ἐπιτηδεύματα. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδότες-ταῦτα γὰρ τὰ παλαιὰ διδάσκει ξυγγράμματα-, οὐδὲν ἧττον κἀκεῖνον σωτῆρα ἐκάλουν καὶ ἀλεξίκακον προσηγόρευον καὶ τὸ "Ἡράκλεις ἄναξ" τοῖς λόγοις προσέπλαττον· καὶ ὑμεῖς δὲ ὡσαύτως τοῖς τοιούτοις σεμνύνεσθε λόγοις, ἀποχρῆν εἰς παιδείας ἡγούμενοι περιφάνειαν τὸ τὰ τοιαῦτα ἐπιλέγειν ῥηματίσκια. 8.19 Καὶ τὸν Ἀσκληπιὸν δέ φησιν Ἀπολλόδωρος κατὰ μέν τινας Ἀρσινόης εἶναι υἱόν, κατὰ δὲ ἄλλους Κορωνίδος, λάθρα μὲν Ἀπόλλωνι ξυνελθεῖν βιασθείσης, κυησάσης δὲ καὶ τεκούσης καὶ ἐκθεμένης τὸ βρέφος, τοῦτο δὲ κυνηγέτας τινὰς εὑρηκότας ὑπὸ κυνὸς τρεφόμενον λαβεῖν καὶ κομίσαι λέγει Χείρωνι τῷ Κεν ταύρῳ, εἶτα ἐκεῖ τραφῆναί τε καὶ ἀσκηθῆναι τὴν ἰατρικὴν ἐπισ τήμην, ἐν Τρίκκῃ δὲ πρῶτον καὶ Ἐπιδαύρῳ δοῦναι πεῖραν τῆς 8. τέχνης. Οὕτω δὲ ἄκρως, φησίν, ἐπαιδεύθη καὶ μάλα γε σπου δαίως, ὡς μὴ μόνον τοὺς ἀρρωστοῦντας ἰᾶσθαι, ἀλλὰ καί τινας τῶν τετελευτηκότων ἐγείρειν·