73
τὴν ζωὴν τὴν ἄλυπον, καὶ τὴν τριπόθητον, ἐπὶ τοὺς ἀγῶνας προ τρέπει. ιδʹ, ιεʹ. "Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν." Πρότερον ἀποτρέπει κακίας, εἶθ' οὕτω τὰ εἴδη τῆς ἀρετῆς μετιέναι κελεύει· καὶ πρῶτον μὲν τὴν γλῶτταν, ὡς εὐόλισθον μόριον, καθαρεύειν παντὸς δόλου καὶ πονηρίας παρεγγυᾷ· τῇ γλώττῃ δὲ τὰ χείλη συνάπτει, ὡς καὶ αὐτὰ συνερ γοῦντα τοῖς ἐκείνης κινήμασι. ∆εύτερον τῆς κακίας ἀπαγορεύει τὴν πρᾶξιν· "Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ." Εἶτα τὴν ἀγαθὴν ἐνέργειαν νομοθετεῖ· "Ποίησον γὰρ, φησὶν, ἀγαθόν." Τί δὲ τὸ κεφάλαιον τῶν ἀγαθῶν; "Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν." Ὁ γὰρ εἰρηνικὸς εἰρήνην πρὸς ἅπαντας ἀσπαζόμενος, οὔτε κρύβδην τὰ τοῦ πέλας 80.1108 ὑφαιρεῖται· οὐ μιαιφονίας κατατολμᾷ, οὐ γάμοις ἐπιβουλεύει, οὐ λέγει κακῶς, οὐ πράττει κακῶς· εὐεργετεῖ, προμηθεῖται, μεταδίδωσι, συνηγορεῖ, συγκινδυνεύει, συναγωνίζεται· τοιαύτη γὰρ ἡ εἰλι κρινὴς ἀγάπη, καὶ γνησία φιλία. Εἶτα πάλιν δεί κνυσι τὸν τούτων καρπόν. ιʹ. "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν." Ἐποπτεύονται γὰρ, φησὶν, οἱ ταῦτα δρῶντες ὑπὸ τοῦ ∆εσπότου Θεοῦ, καὶ αἰτοῦντες ἀγαθὰ τυγχάνουσι τῶν αἰτήσεων. Ἔπειτα ἀπὸ τοῦ ἐναντίου τὰ εἰρημένα κρατύνει. ιζʹ. "Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν." Ὁρᾷ δὲ, φησὶ, καὶ τοὺς τἀναντία τολμῶντας, καὶ τῆς πανωλεθρίας κατ' αὐτῶν ἐκφέρει τὴν ψῆφον. ιηʹ, ιθʹ. "Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν· καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμ μένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύ ματι σώσει." Πάρεστι, φησὶ, τοῖς δικαίοις ὁ ∆εσπό της, καὶ τὰς τούτων ἀσμένως δέχεται προσευχάς· διαφερόντως δὲ κήδεται τῶν μετρίῳ φρονήματι κεχρημένων· τούτους γὰρ τῇ καρδίᾳ συντετριμ μένους ἐκάλεσε. Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· "Καρδίαν συντετριμμένην καὶ τεταπει νωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." κʹ, καʹ. "Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος, Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συν τριβήσεται." Συγχωρεῖ μὲν γὰρ αὐτοὺς εἰς τὸ τῶν θλίψεων κατιέναι γυμνάσιον· ἐπαρκεῖ δὲ, καὶ κρείτ τους ἀποφαίνει τῶν προσπιπτουσῶν συμφορῶν, κρα τύνων αὐτῶν τοὺς λογισμοὺς, καὶ στεγανοὺς ἐργαζόμενος· ὀστᾶ γὰρ τοὺς λογισμοὺς ἀπεκά λεσε· καθάπερ γὰρ ὑπὸ τῶν ὀστῶν, ὡς στερε μνίων, τὸ λοιπὸν φέρεται σῶμα, οὕτω διὰ τῶν λογισμῶν ἡ ψυχὴ τὴν σωτηρίαν καρποῦται. κβʹ, κγʹ. "Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. Λυτρώ σεται Κύριος ψυχὰς δούλων αὑτοῦ, καὶ οὐ μὴ πλημ μελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν." Οἱ μὲν οὖν τῆς ἀρετῆς ἐρασταὶ τοσούτων ἀγαθῶν ἀπολαύσουσιν. Οἱ δὲ πονηρίᾳ συζῶντες προσφυᾶ δέ ξονται τὴν τελευτὴν τῇ ζωῇ, καὶ πονηρᾶς βιοτῆς πονηρὸν ἔσται τὸ τέλος. Οἱ δὲ τοῦ Θεοῦ τὴν θερα πείαν ἑλόμενοι, καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κτησάμενοι, τῆς παρ' αὐτοῦ τεύξονται σωτηρίας· ἅτε δὴ πλημ μελῆσαι παντελῶς εἰς τοὺς ὑπ' αὐτοῦ τεθέντας οὐκ ἀνασχόμενοι νόμους.
80.1109 ΕΡΜΗΝ. ΤΟΥ Λ∆ʹ ΨΑΛΜΟΥ. "Ψαλμὸς τῷ ∆αβίδ." Καὶ τοῦτον ὡσαύτως τὸν ψαλμὸν εἴρηκεν ὁ μακάριος
∆αβὶδ, ὑπὸ τοῦ Σαοὺλ διωκόμενος· μέμνηται δὲ καὶ τῆς τοῦ ∆ωὴκ πονη ρίας. Αὐτὸς γὰρ ἐμήνυσε τῷ Σαοὺλ τὰ κατὰ τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πρόξενος τῆς πολλῆς ἐκείνης μιαιφονίας ἐγένετο· μέμνηται δὲ καὶ τῶν Ζιφαίων, καὶ τῶν ἄλλων, οἳ τῷ Σαοὺλ τὸν ∆αβὶδ κατεμήνυον, ὡς αὐτὰ διδάξει τὰ ῥήματα. αʹ. "∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με· πολέ μησον τοὺς πολεμοῦντάς με." Καλὴ τῶν εἰρημένων ἡ τάξις, καὶ τῇ τοῦ δικαίου πρέπουσα εὐχῇ. Ἤτησε γὰρ πρότερον δικάσαι τὸν τῶν ὅλων Θεὸν, εἶθ' οὕτως ἐπαγαγεῖν τῆς τιμωρίας τὴν ψῆφον. βʹ, γʹ. "Ἐπιλαβοῦ ὅπλου, καὶ θυρεοῦ,