73
ἐν ἐπαίνῳ καὶ ἀποδοχῆς λόγῳ ἔχω, οὐ μὴν παντάπασιν, ὡς δηλώσων ἔρχομαι. καὶ τὸ κτήσασθαι ὁμογνώμονας ἐφίεμαι (πῶς γὰρ οὔ;) τηλικούτους ἀνδρικοὺς ἐπ' εὐσεβείᾳ δεδειγμένους, ἀλλὰ μετὰ τοῦ τῆς ἀληθείας λόγου καὶ τῆς ἐνδεχομένης καὶ προσηκούσης δυνάμεως. Τοιγαροῦν ὧδε φαίημι· τί τὸ τὴν διαφορὰν πρὸς Ταράσιον ποιοῦν ὑμῖν; πίστις; καὶ ὅσον ἐκ τοῦ προφανοῦς ὀρθόδοξος, ταῖς τε ἁγίαις συνόδοις ἠκολουθηκὼς καὶ ὁμοφρονήσας τοῖς ἄλλοις πατριάρχαις, ἀγωνισάμενος μάλιστα ὑπὲρ πίστεως τὸ πρότερον. ἡ τῶν ἐξ αἱρέσεως ὑποστρεψάντων παραδοχή; καὶ οὐχ ὑπ' αὐτοῦ καινοτομηθεῖσα· πρὸς γὰρ τῶν ἁγίων πατέρων, τριχῶς παραδεχομένων, ἢ διὰ ἀναβαπτισμοῦ, ὡς ἡ τῶν Πεπουζηνῶν, ἢ διὰ χρίσεως μύρου, ὡς ἡ τῶν Ἀρειανῶν, ἢ διὰ ἀναθεματισμοῦ τῆς οἰκείας δόξης, ὡς ἡ τῶν Νεστοριανῶν. ἡ ἐν χρήμασι χειροτονία, ἥτις ὑποπίπτει κατὰ τὸ ἀναγκαῖον καθαιρέσει; ναί, πανάληθες· καὶ γοῦν τηνικαῦτα ποιμένες λύκοι βαρεῖς ὤφθησαν, κατεσκάφη θυσιαστήρια, ἠτιμώθη θεῖα λείψανα, βίβλοι ἱεραὶ ἐνεπρήσθησαν. τί πλέον; αὐτὴ ἡ εἰκὼν τοῦ Χριστοῦ πρὸς ἄλλαις σεπτοτάταις ἐνύβριστο καὶ κατεπεπάτητο. καὶ τίς ἂν ἐν ὀλίγῳ διεξέλθοι τὰ μακρᾶς ἱστορίας δεόμενα; ἀλλὰ τί; ὅτι ὁ μετέπειτα πρόεδρος, ἐκ τῆς κοσμικῆς ὕλης θᾶττον εἰς τὸ τῆς ἱεραρχίας ἀξίωμα προβάς, οὐχ οἷός τε γέγονεν ὑπερμαχῆσαι ἱκανῶς τοῦ πνεύματος. ἐντεῦθεν τὰ σκάνδαλα, ἐκεῖθεν καὶ τὰ ἤδη ταράττοντα τὴν αἰτίαν εἴληφεν. Ὑμεῖς μὲν οὖν, ὅπως τὰ πρὸς αὐτὸν ἔχοιτε, ἴστε. ἡμεῖς δέ, ἐπειδὴ ἐν τῷ μέρει τῶν ἐν χρήμασι χειροτονηθέντων ἠκούομεν παρ' αὐτοῦ μὴ προσίεσθαι αὐτοὺς εἰς κοινωνίαν, κἂν οὐχ οὕτως ὑπενοεῖτο, συμφέρον ἡγησάμεθα διὰ τὸ τῆς εἰρήνης καλὸν τὴν πρὸς αὐτὸν ὁμόνοιαν· ἐπείπερ φησὶ καὶ ὁ Θεολόγος, ἕως ἐξῆν, ἀποκλιτέον πρὸς ταύτην. καὶ οὗ τὸ λυποῦν ὑπόνοια, βέλτιον τῆς αὐθαδείας ἡ συγκατάθεσις. καὶ οὔτε ἡμεῖς καθέλκομεν ὑμᾶς τῆς συνειδήσεως, μηδ' αὐτοὶ ἀπαιτοίητε ἡμᾶς τῆς οὐ προφανοῦς ἡμῖν διαγνώσεως, ἐπειδὴ καὶ πρόσωπον καὶ χρόνος καὶ πεῖρα διαλλάττειν ποιεῖ τοὺς μὴ ἐπὶ τῶν αὐτῶν ὡσαύτως φθάσαντας. Ἀλλὰ τίς ὁ πρὸς τὸν θεῖον Γερμανὸν ἀναποδισμὸς καὶ τὸ ἐκεῖθεν ἐκ παντὸς ζητεῖν τὴν χειροτονίαν; τί γὰρ καὶ οἱ ἐν μέσῳ τρεῖς αἱρετικοί; οὐκ ἔστιν τις μὴ ὑπ' αὐτῶν χειροτονηθεὶς ἢ ἐκ τῶν πρὸς αὐτῶν χειροτονηθέντων, κατὰ κάθοδον μέχρι Ταρασίου ἀμειβομένης τῆς χειροτονίας. πόσοι ἐξ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης ἥκασιν ἐν τῷ μεταξὺ καὶ συνήφθησαν διὰ κοινωνίας τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ ἱερωμένοι; καὶ ὅσοι ἄνευ χρημάτων τηνικάδε κεχειροτόνηνται καὶ κεχειροτονήκασι, κἂν ᾑρέτιζον; ταῦτα πάντα θεοῦ μόνου γινώσκειν καὶ οὐκ ἀνθρώπου διαβεβαιοῦσθαι, καὶ διὰ τοῦτο πάντας καθῃρημένους ὑπολαμβάνειν. ἀλλ' ἐπεὶ ἄνθρωποι, ὡς ἄνθρωποι, παρακαλῶ, τὰ πράγματα κατίδωμεν. διότι ἄνθρωπος εἰς πρόσωπον, θεὸς δὲ εἰς καρδίαν ὁρᾷ, καὶ ἡ διὰ στόματος ὁμολογία μόνον ἀπαιτείσθω, ἡνίκα μὴ προφανῶς διαψεύδηται· καθ' ἣν καὶ Ταράσιος τὴν χειροτονίαν ἐδέξατο, ἐφ' ᾗ καὶ οἱ τότε ζηλωταὶ καὶ ἀκριβεῖς καὶ συνῆλθον Ταρασίῳ καὶ ὡμογνωμόνουν, κἂν θᾶττον μετὰ τὴν σύνοδον διηνέχθησαν πρὸς τῇ παραδοχῇ κατ' αὐτοὺς τῆς ἐν χρήμασι χειροτονίας καὶ δι' ἄλλα τινὰ ζητήματα. ἂν τοῦτό γε οὕτω δοκοίη εὖ ἔχειν καὶ ὑμῖν, καὶ πρὸς τὸ ἑξῆς βαδιούμεθα· ταῦτα γὰρ καὶ ἀπὸ Ταρασίου μέχρι τοῦ δεῦρο λεχθήσεται. τί δὲ τὸ συμπέρασμα; τὸ ἀπὸ παντὸς ἱερέως ἀδιαβλήτου κατὰ τὸν Θεολόγον καὶ Χρυσόστομον μετέχειν. ὁ μὲν γὰρ φησίν, ἔστω σοι πᾶς ἀξιόπιστος εἰς τὴν κάθαρσιν, μόνον ἔστω τις τῶν ἐγκρίτων καὶ μὴ προδήλως κατεγνωσμένων, μηδὲ τῶν τῆς πίστεως ἀλλοτρίων· ὁ δέ, περιεργάζου, πολυπραγμόνει· οὐ γὰρ ἀκίνδυνος ἡ ἀνεξέταστος κοινωνία. περὶ γὰρ μεγάλων ὁ κίνδυνος. Ἐκζητήσωμεν τοίνυν καὶ πολυπραγμονήσωμεν, παρ' οὗ ὀφείλομεν κοινωνῆσαι. εἰ τὴν πίστιν ὁμολογοίη ὀρθήν, εἰ μὴ χρήμασι κεχειροτόνηται, εἰ μή τι ἄλλο τῶν κατὰ τὸν βίον αὐτοῦ ὑποπτευομένων καὶ ἠκουσμένων σφαλερῶν ἀληθές.