1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

73

ἔτη ιαʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. ιʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς Φλαβιανόν, τὸν Ἀντιοχείας ἐπίσκοπον, ἠνάγκασε τῷ ἑνωτικῷ Ζήνωνος ὑπογράψαι· ὃς ποιήσας σύνοδον τῶν ὑπ' αὐτὸν ἐπισκόπων πολύστιχον ἐπιστολὴν ἔγραψεν, τὴν ἐν Νικαίᾳ καὶ Κωνσταντινουπόλει καὶ Ἐφέσῳ ὁμολογῶν συνόδους, τὴν ἐν Χαλκηδόνι παρασιωπήσας. ἀπεκήρυξε δὲ ∆ιόδωρον καὶ Θεόδωρον, ὑποτάξας κεφάλαια δʹ, δι' ὧν μὴ συνᾴδων τῇ ἐν Χαλκηδόνι φαίνεται συνόδῳ, μάλιστα δὲ τῇ φωνῇ τῇ, "ἐν δύο φύσεσιν," ἀπομάχονται. φασὶ δὲ αὐτά τινες Ἀκακίου τοῦ Κωνσταντινουπόλεως εἶναι. ὁ δὲ Φλαβιανὸς ἰδιάζουσαν ἐπιστολὴν ἔγραψεν Ἀναστασίῳ τῷ σκοπῷ αὐτοῦ ἑπόμενος· ὁμοίως καὶ Ξεναΐας ὁ δυσσεβής, ὅστις καὶ αὐθεντήσας προσέθηκε τούτοις τοῖς κεφαλαίοις ἀνάθεμα κατὰ τοῦ θειοτάτου Λέοντος Ῥώμης καὶ τῆς συνόδου καὶ τῶν ὁμοφρόνων αὐτῶν. Κωνσταντῖνος, ἐπίσκοπος Σελευκείας, τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἀνεθεμάτισε γράψας τὸ αὐτὸ καὶ Ξεναΐᾳ. Φλαβιανὸς δὲ ὡς διαβάλλων αὐτοὺς ἔγραψε τῷ βασιλεῖ μηνύων ταῦτα. ὁ δὲ βασιλεὺς ἠγανάκτησε κατ' αὐτοῦ, Κωνσταντῖνον καὶ Ξεναΐαν μᾶλλον ἀποδεξάμενος. Ἡλίᾳ, τῷ ἐπισκόπῳ Ἱεροσολύμων,ἔγραψεν Ἀναστάσιος κελεύων κατὰ τῆς ἐν Χαλκηδόνι συνόδου ψηφίσασθαι. Ἡλίας δὲ ἀντέγραψε τῷ βασιλεῖ ἀναθεματίζων Νεστόριον καὶ Εὐτυχέα, ∆ιόδωρον δὲ καὶ Θεόδωρον καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδεχόμενος. Τῷ δ' αὐτῷ ἔτει ἐγένετο ἐν Ἀλεξανδρείᾳ ταραχὴ μεταξὺ Ἰωάννουτοῦ ἐπισκόπου τοῦ Νικαιώτου καὶ ∆αγαλαΐφου κόμητος περὶ Γεννα152 δίου τοῦ Φικοπτέρου· καὶ ἐγένετο στάσις ἐπὶ τῆς πόλεως ἐπὶ ἡμέρας πολλάς· καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ ἐπισκόπου Ἰωάννου οἱ στρατιῶται, ὑπὸ δὲ τῶν πολιτῶν ἡ οἰκία Φικοπτέρου· καὶ ἔστησαν οἱ Ἀλεξανδρεῖς στήλην τοῦ βασιλέως ἐν τῷ Ἀντικανθάρῳ. ιθʹ. ιεʹ. θʹ. ιδʹ. ζʹ. δʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μοναχοί τινες αἱρετικοὶ σʹ ἐλθόντες ἀπὸ ἀνατολῆς ἐν τῷ Βυζαντίῳ ἅμα Σευήρῳ τῷ δυσσεβεῖ κατὰ Μακεδονίου καὶ τῆς συνόδου ἐσπούδαζον. τούτους Ἀναστάσιος ἐντίμως ἐδέξατο ὡς ἐχθροὺς τῆς ἀληθείας καὶ ταράξαντας τὴν ἀνατολὴν καὶ ὧδε τὰ αὐτὰ πράσσοντας. Ἰωάννης δέ, ὁ ἐπίσκοπος Ἀλεξανδρείας, δισχιλίας λίτρας χρυσίου δίδειν ὑπέσχετο τῷ βασιλεῖ, εἰ τὴν ἐν Χαλκηδόνι σύνοδον ἐκβάλῃ τελείως. ὁ δὲ βασιλεὺς ἠνάγκαζε Μακεδόνιον κοινωνῆσαι τοῖς ἀποκρισιαρίοις Ἰωάννου καὶ Ἰωάννην δέξασθαι μὴ δεχόμενον μηδὲ ἐκβάλλοντα τὴν σύνοδον. Μακεδόνιος δὲ ἀντέστη εἰπὼν μὴ κοινωνεῖν αὐτοῖς, εἰ μὴ ὁμολογήσωσι μητέρα καὶ διδάσκαλον τὴν ἐν Χαλκηδόνι σύνοδον. ∆ευτέριος δὲ ὁ ἐπίσκοπος τῶν Ἀρειανῶν τοῦ Βυζαντίου βαπτίζων τινὰ Βάρβαν λεγόμενον, παρὰ τὴν δεσποτικὴν παράδοσιν ἐτόλμησεν εἰπεῖν· "βαπτίζεται Βάρβας εἰς ὄνομα πατρὸς δι' υἱοῦ ἐν ἁγίῳ πνεύματι." καὶ εὐθέως ἐξηράνθη ἡ κολυμβήθρα. ὁ δὲ Βάρβας ἔμφοβος γενόμενος ἔφυγε καὶ πᾶσιν ἐγνώρισε τὸ θαῦμα. ὁ δὲ βασιλεὺς Μακεδόνιον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον ἠνάγκαζεν ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον, καθάπερ καὶ Ἡλίας ὁ Ἱεροσολύμων· ὁ δὲ Μακεδόνιος χωρὶς οἰκουμενικῆς συνόδου ἐχούσης πρόεδρον τὸν Ῥώμης ἐπίσκοπον ἀδύνατον ποιῆσαι τοῦτο ἔλεγεν. ὅθεν ἐχθράνας αὐτῷ ὁ βασιλεὺς τοὺς προσφεύγοντας τῇ ἐκκλησίᾳ ἀποσπᾶσθαι ἐκέλευσε βιαίως, καὶ ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν ὅρους ἀσυλίας παρέσχετο. ὅσοι δὲ κληρικοὶ καὶ λαϊκοὶ αἱρετικοὶ ἐτύγχανον ἐν τῷ Βυζαντίῳ, τῷ Σευήρῳ καὶ τοῖς αἱρετικοῖς μοναχοῖς ἀνατολικοῖς ἐσχόλαζον κατὰ Μακεδονίου σπουδάζοντες. οἱ δὲ κατὰ τὴν Παλαιστίνην θεοφόροι μοναχοὶ ζήλῳ θείῳ κινηθέντες ἦλθον εἰς τὸ Βυζάντιον κατὰ Σευήρου καὶ τῶν σὺν αὐτῷ μοναχῶν ∆ωρόθεος δέ, μοναχὸς Ἀλεξανδρεύς, πολύστιχον βίβλον ἔγραψεν 153 ὑπὲρ τῆς ἐν Χαλκηδόνι συνόδου, ἣν δέδωκε Μάγνᾳ, τῇ νύμφῃ Ἀναστασίου ἐπ' ἀδελφῷ, ὀρθοδόξῳ οὔσῃ. αὕτη δὲ Ἀναστασίῳ τὴν βίβλον προσήνεγκεν ἐλπίζουσα δι' αὐτῆς μετατίθεσθαι αὐτόν. ὁ δὲ ἐντυχὼν αὐτῇ καὶ παρὰ γνώμην αὐτοῦ εὑρὼν οὖσαν, ∆ωρόθεον μὲν εἰς Ὄασιν